# Fragmenta 94.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/94.1

Τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον. Ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφ ̓ οἷς ἐληλύθει μόνον, ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου. Καὶ οἱ Ἄραβες δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες, καὶ ὑπονοστήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον, καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πλείστων ἐκφανῆ τεκμήρια παρέχοντες. Ἦσαν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι, καὶ διὰ τούτων ἤλεγχον. Ὁ δὲ Νικόλαος ἐπιτυχίαν ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην, δι ̓ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων ἐλθεῖν εἰς διαλλαγὰς Ἡρώδῃ ποιῆσαι Καίσαρα· σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογήσασθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν· ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου, γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν. Συνεστώτων οὖν ἐπ ̓ ἀλλήλους καὶ δοθείσης ἡμέρας, Νικόλαος, παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων, τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων, χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπ ̓ οὐδὲν ὑγιὲς, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον, ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαναστήσειε Καίσαρα, μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων. Ὡς δὲ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, ὡς οὐ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν, μηδὲ δισχιλίους καὶ πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ, μηδὲ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας. Πρὸς ταῦτα ὁ Νικόλαος, «Ὑπὲρ τούτων, ἔφη, καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν ἢ τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σὺ ἀκήκοας, καὶ δίκαιον ἦν ἐπ ̓ αὐτοῖς χαλεπῶς φέρειν.» Πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὑτὸν ἀκροατὴν, τὸ δάνειον εἰπὼν τῶν πεντακοσίων ταλάντων καὶ τὴν συγγραφὴν, ἐν ᾗ καὶ τοῦτο ἦν προσγεγραμμένον, ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατείαν οὐκ ἐπιστρατείαν ἔλεγεν, ἀλλὰ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων· καὶ μηδὲ ταχὺ ταύτην, μηδὲ ὡς ἐπέτρεπον αἱ συγγραφαὶ ** πολλάκις μὲν ἐπὶ Σατουρνῖνον ἐλθόντα καὶ Οὐολόμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, «τελευταῖον δὲ ἐν Βηρυτῷ τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπομόσαντος, ἦ μὴν ἐντὸς ἡμερῶν τριάκοντα παρέξειν τά χρήματα καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας. Ὧν οὐδὲν ποιήσαντος Συλλαίου, πάλιν ἐπὶ τοὺς ἡγεμόνας ἐλθεῖν Ἡρώδην, κἀκείνων ἐφέντων αὐτῷ λαμβάνειν τὰ ῥύσια, μόλις οὕτως ἐξελθεῖν σὺν τοῖς περὶ αὐτόν. Ὁ μὲν δὴ πόλεμος, ὡς οὗτοι τραγῳδοῦντες ἔλεγον, καὶ τὰ τῆς ἐπιστρατείας τοιαῦτα. Καίτοι πῶς ἂν εἴη πόλεμος, ἐπιτρεψάντων μὲν τῶν σῶν ἡγεμόνων, δεδωκυίας δὲ τῆς συνθήκης, ἠσεβημένου δὲ μετὰ τῶν ἄλλων θεῶν καὶ τοῦ σοῦ, Καῖσαρ, ὀνόματος; Τὰ δὲ περὶ τοὺς αἰχμαλώτους ἐξῆς ἤδη λεκτέον. Λῃσταὶ τῶν τὸν Τράχωνα κατοικούντων τεσσαράκοντα τὸ πρῶτον, εἶτα αὖθις πλείονες, τὰς Ἡρώδου κολάσεις διαφεύγοντες, ὁρμητήριον ἐποιήσαντο τὴν Ἀραβίαν. Τούτους ὑπεδέξατο Συλλαῖος ἐπὶ πάντας ἀνθρώπους τρέφων, καὶ χώραν ἔδωκε νέμεσθαι, καὶ τὰ κέρδη τῶν λῃστῶν αὐτὸς ἐλάμβανεν. Ὡμολόγησε δὲ καὶ τούτους ἐπὶ τοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν, καὶ δύναιτο ἂν οὐκ ἐπιδεῖξαι κατὰ τὸ παρὸν ἄλλον τινὰ τῆς Ἀράβων χώρας ἢ τούτους ἐξῃρημένους, οὐδὲ πάντας, ἀλλ ̓ ὅσοι μὴ λαθεῖν ἴσχυσαν. Οὕτως οὖν καὶ τοῦ τῆς αἰχμαλωσίας ἐπιφθόνου συκοφαντήματος πεφηνότος, μέγιστον, ὦ Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. Φημὶ γὰρ, ἐπελθούσης ἡμῖν τῆς Ἀράβων δυνάμεως, καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευτέρου, τότε μόλις ἀμυνομένου, Νάκεβον τὸν στρατηγὸν αὐτῶν καὶ περὶ πέντε καὶ εἴκοσι συνέβη πεσεῖν τοὺς πάντας, ὧν ἕκαστον αὐτὸν εἰς ἑκατὸν ἀναφέρων δισχιλίους καὶ πεντακοσίους τοὺς ἀπολωλότας ἔλεγε.» Ταῦτα μᾶλλον ἐκίνει τὸν Καίσαρα, καὶ πρὸς τὸν Συλλαῖον ἐπιστραφεὶς, ὀργῆς μεστὸς, ἀνέκρινεν, ὁπόσοι τεθνήκασι τῶν Ἀράβων. Ἀπορουμένου δὲ αὐτοῦ καὶ πεπλανῆσθαι λέγοντος, αἵ τε συνθῆκαι τῶν δανείων ἀνεγινώσκοντο, καὶ τὰ τῶν ἡγεμόνων γράμματα, πόλεις τε ὅσαι λῃστήρια κατῃτιῶντο. Καὶ πέρας εἰς τοῦτο κατέστη Καῖσαρ, ὡς τοῦ μὲν Συλλαίου καταγνῶναι θάνατον, Ἡρώδῃ δὲ διαλλάττεσθαι, μετάνοιαν ἐφ ̓ οὗς ἐκ διαβολῆς πικρότερον ἔγραψεν αὐτῷ πεπονθὼς, καί τι τοιοῦτον εἰπεῖν εἰς Συλλαῖον, ὡς ἀναγκάσειεν αὐτὸν ψευδεῖ λόγῳ πρὸς ἄνδρα φίλον ἀγνωμονῆσαι (2).

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
