# Fragmenta 95.1

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/95.1

Ταῦθ ̓ ἅμα λέγων εἰς δάκρυα τρέπεται, λέγειν τε ἄπορος ἦν. Καὶ Νικόλαος ὁ Δαμασκηνὸς φίλος τε ὢν τοῦ βασιλέως, καὶ τὰ πάντα συνδιαιτώμενος ἐκείνῳ, καὶ τοῖς πράγμασι, ὃν πραχθεῖεν τρόπον, παρατετευχὼς, δεηθέντι τῷ βασιλεῖ τὰ λοιπὰ εἰπεῖν, ἔλεγεν ὁπόσα ἀποδείξεών τε καὶ ἐλέγχων ἐχόμενα ἦν .... 5. Νικόλαος ἀρξάμενος οἷς τε ὁ βασιλεὺς κατήρξατο λόγοις παλιλλογεῖν μειζόνως ἐκδεινῶν, καὶ ὁπόσα ἐκ βασάνων ἢ μαρτυριῶν συνῆγε** τὴν ἀπόδειξιν τοῦ ἐγκλήματος· μάλιστα δὲ τὴν ἀρετὴν ἐπιπολὺ ἐξηγεῖτο τοῦ βασιλέως ᾗπερ εἴς τε τροφὰς καὶ παιδεύματα χρησάμενος τῶν υἱέων, οὐδαμόθεν εὕροιτο ὀνησιφόρον αὐτὴν, περιπταίων ἑτέροις ἀφ ̓ ἑτέρων. Καίτοι γε οὐχ οὕτω θαυμάζειν τῶν προτέρων τὴν ἀβουλίαν· νεωτέρους γὰρ καὶ κακίᾳ συμβούλων διεφθαρμένους ἀπαλεῖψαι τὰ τῆς φύσεως δικαιώματα, ἀρχῆς θᾶσσον ἢ χρῆν μεταποιεῖσθαι σπουδάσαντας· Ἀντιπάτρου δ ̓ ἂν δικαίως τὴν μιαρίαν καταπλαγῆναι, μὴ μόνον ὑπὸ τοὺ πατρὸς εὐεργετηθέντα τὸν λογισμὸν, ὥσπερ τὰ ἰοβολώτατα τῶν ἑρπετῶν μὴ μαλαχθέντος, καίτοι γε κἀκείνοις τινὸς ἐγγινομένης μαλακίας τοῦ ἀδικεῖν τοὺς εὐεργέτας, ἀλλὰ μηδὲ τὰς τύχας τῶν ἀδελφῶν πρὸς τὸ οὐ μιμητὴν αὐτῶν καταστῆναι τῆς ὠμότητος ἐμποδὼν στήσαντος. «Καίτοι γε, ὦ Ἀντίπατρε, τῶν ἀδελφῶν μηνυτής τε ὧν τολμήσειαν αὐτὸς ἦς, καὶ ἐρευνητὴς τῶν ἐλέγχων καὶ κολαστὴς τῶν πεφωραμένων. Καὶ οὐ τοῦ ἐπ ̓ ἐκείνοις ἐγκαλοῦμεν θυμῷ χρῆσθαι μὴ ἐλλείποντος, ἀλλὰ τοῦ μιμεῖσθαι τὴν ἀσέλγειαν αὐτῶν σπουδάσαντος ἐκπεπλήγμεθα, εὑρίσκοντες κἀκεῖνα οὐκ ἐπ ̓ ἀσφαλείᾳ τοῦ πατρὸς, ἀλλ ̓ ἐπ ̓ ὀλέθρῳ τῶν ἀδελφῶν πεπραγμένα, ὅπως μισοπονηρίᾳ τῇ κατ ̓ αὐτῶν φιλοπάτωρ εἶναι πεπιστευμένος, ἀδεεστέραν ἐπ ̓ αὐτῷ κακουργεῖν παραλάβοις δύναμιν· ὃ δὴ καὶ τοῖς ἔργοις παρέστησας. Ἅμα δὲ καὶ τοὺς ἀδελφοὺς ἀνῄρεις, ἐφ ̓ οἷς ἤλεγχες πονηροὺς γεγονότας, καὶ τοὺς ὁμοπραγήσαντας αὐτοῖς οὐχ ὑπεδίδους, φανερὸν τοῖς πᾶσι καθιστὰς, ὡς καὶ συνθήκην πρὸς αὐτοὺς κατὰ τοῦ πατρὸς ποιησάμενος, ἐπανείλου κατηγορεῖν, βουλόμενος σοὶ τὴν ἐπιβουλὴν τῆς πατροκτονίας κερδαίνεσθαι κατὰ μόνας, καὶ δυοῖν ἀγώνοιν εὐφροσύνην καρπούμενος, τρόπου τοῦ σοῦ ἀξίαν, φανεροῦ μὲν τοῦ κατὰ τῶν ἀδελφῶν, ᾧ καὶ ἠγάλλου ὡς ἐπὶ τοῖς μεγίστοις, καὶ ἦν ἄξιον οὕτω φρονεῖν, εἰ δὲ μή γε, σὺ χείρων ἦς κρύπτειν δόλον κατὰ τοῦ πατρὰς συντιθεὶς, ἐκείνους μὲν οὐχ ὡς τῷ παρτὶ ἐπιβεβουλευκότας μισῶν (οὐ γὰρ ἂν ἐξώκειλας αὐτὸς ἐπὶ πρᾶξιν παραπλησίαν), ἀλλ ̓ ὡς διαδόχους τῆς ἡγεμονίας σου δικαιότερον ἂν γενομένους· τὸν δὲ πατέρα ἐπισφάζειν τοῖς ἀδελφοῖς*, ἵνα θᾶσσον ὡς ἐκείνων ἐπικαταψεύσαιο μὴ ἐλεγχθῇς, καὶ ὧν αὐτὸς δίκας παρασχεῖν ἄξιος γένοιο, ταύτην παρὰ τοῦ δυστυχοῦς εἰσπράξαιο πατρὸς, ἐπινοῶν πατροκτονίαν οὐ κοινὴν, ἀλλ ̓ οἵαν μέχρι νῦν οὐχ ἱστόρησεν ὁ βίος· οὐχ υἱὸς γὰρ μόνον πατρὶ ἐπεβούλευες, ἀλλὰ καὶ φιλοῦντι καὶ εὐεργετηκότι, κοινωνὸς τῆς βασιλείας ὢν τοῖς ἔργοις καὶ διάδοχος προφανθεὶς, καὶ τὴν μὲν ἡδονὴν τῆς ἐξουσίας ἤδη προλαμβάνειν μὴ ἐπικεκωλυμένος, ἐλπίδα δὲ τὴν εἰσαῦθις γνώμῃ τοῦ πατρὸς καὶ γράμμασι προησφαλισμένος· ἀλλ ̓ οὐκ ἄρα τῇ Ἡρώδου ἀρετῇ τὰ πράγματα, γνώμῃ δὲ καὶ πονηρίᾳ ἔκρινες τῇ ἑαυτοῦ, βουλόμενος τοῦ πάντων σοι ὑπακούσαντος πατρὸς καὶ τὸ μέρος ἀφαιρεῖσθαι· καὶ ὃν προσεποίου τοῖς λόγοις σώζειν, τοῖς ἔργοις τοῦτον ἀφανίσαι ζητῶν, καὶ μὴ μόνον αὐτὸς πονηρὸς καθιστάμενος, ἀλλὰ καὶ τὴν μητέρα ὧν ἐπενόεις πιμπλὰς, καὶ στασιοποιῶν τὴν εὔνοιαν τοῖς ἀδελφοῖς, καὶ τολμῶν θηρίον ἀποκαλεῖν τὸν πατέρα, παντὸς ἑρπετοῦ χαλεπωτέραν τὴν διάνοιαν κατεσκευασμένος, ᾗ τὸν ἐκεῖνον ἰὸν ἐπὶ τοὺς συγγενεστάτους καὶ τοὺς ἐπὶ τοσούτοις εὐεργέτας παρεκάλεις ἐπὶ συμμαχίαις φυλάκων, καὶ τέχναις ἀνδρῶν καὶ γυναικὼν φρασσόμενος κατὰ τοῦ γέροντος, ὥσπερ οὐκ ἀρκούσης τοῦ τῆς διανοίας μῖσος τὸ ὑποικουροῦν παραστῆσαι. Καὶ νῦν ἐλήλυθας μετὰ βασάνους ἐλευθέρων, οἰκετῶν, ἀνδράσι καὶ γυναιξὶ διὰ σὲ γεγονυίας, μηνύσεις τῶν συνωμοτῶν, ἀντιλέγειν τῇ ἀληθείᾳ σπεύδων, καὶ οὐχὶ μόνον τὸν πατέρα ἀναιρεῖν μεμελετηκὼς ἐκ τοῦ ἀνθρωπείου βίου, ἀλλ ̓ ἤδη καὶ νόμον κατὰ σοῦ γεγραμμένον, καὶ τὴν ἀρετὴν τοῦ Οὐάρου, καὶ τοῦ δικαίου τὴν φύσιν. Οὕτως ἄρα τῇ ἀναιδείᾳ πέποιθας, ὥστε καὶ βασανίζεσθαι ἀξιοῖς, καὶ ψευδεῖς λέγων τὰς βασάνους τῶν προβεβασανισμένων, ἵν ̓ οἱ μὲν ῥυόμενοί σου τὸν πατέρα ἐκκρουσθῶσιν τοῦ ἠληθευκέναι, αἱ δὲ καὶ βάσανοι δοκῶσι πισταί. Οὐ ῥύσῃ, Οὐάρε, τὸν βασιλέα τῆς ἐπηρείας τῶν συγγενῶν; οὐδὲ ἀπολεῖς πονηρὸν θηρίον, ἐπ ̓ ὀλέθρῳ μὲν τῶν ἀδελφῶν εὔνοιαν προσποιούμενον τοῦ πατρὸς, ἔνθα δὲ μέλλοι κατὰ μόνας ταχέως ἀποίσεσθαι τὴν βασιλείαν, πάντων αὐτῷ θανασιμώτατον ἀναφαινόμενον; γνοὺς ὅτι πατροκτονία κοινόν ἐστιν ἀδίκημα καὶ τῆς φύσεως καὶ τοῦ βίου, πεφηνυῖα οὐδὲν ἥσσων** ὡς τοῦ βεβουλευμένου, καὶ ὁ μὴ κολάζων ἀδικεῖ τὴν φύσιν.» 6. Προσετίθει δὲ ἤδη τὰ τῆς μητρὸς Ἀντιπάτρου, ὁπόσα πρός τινας ἦν κουφολογίᾳ γυναικείῳ εἰρημένα, μαντείας τε καὶ θυσίας ἐπὶ τῷ βασιλεῖ γεγονυίας, καὶ ὁπόσα μετὰ τῶν Φερώρα γυναικῶν Ἀντιπάτρῳ ἠσέλγητο μετὰ οἴνου καὶ λύμης ἐρωτικῆς, τῶν τε βασάνων τὰς ἀνακρίσεις καὶ ὁπόσα μαρτυριῶν ἐχόμενα· πολλὰ δὲ καὶ παντοῖα ἦν τὰ μὲν προητοιμασμένα, τὰ δὲ πρὸς τοῦ ὀξέως ἀπαγγέλλεσθαί τε καὶ βεβαιοῦσθαι ἐφηυρημένα.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
