# Fragmenta 95a

Nicolaus Damascenus, Fragmenta, Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus-damascenus/fragmenta/95a

Καὶ Ἀντίπατρος μὲν τοιάδε εἰπὼν, καὶ μαρτύρων παραστάσεσι τὰ εἰρημένα κρατυνάμενος πολλοῖς τῶ συγγενῶν, παύεται τοῦ λέγειν. Ἀνίσταταί δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου καὶ ἔλεγεν, τὰ μὲν ἐν τῷ ἱερῷ γνώμῃ τῶν πεπονθότων ἀνατιθεὶς μᾶλλον ἢ ἐξουσίᾳ τοῦ Ἀρχελάου· τοὺς γὰρ ἐπὶ τοιοῖσδε ἄρχοντας, οὐ μόνον τῷ καθ ̓ αὑτοὺς ὑβρίζοντι εἶναι πονηροὺς, ἀλλὰ καὶ τῷ ἀναγκάζοντι εἰς τὴν ἄμυναν αὐτων εὐγνωμονεῖν προαιρουμένους. Ὡς δε πολέ- μια ἔδρων λόγῳ μὲν κατ’ Ἀρχελάου, τὸ δὲ ἀληθὲς εἷς Καίσαρα, φανερὸν εἶναι. Τοὺς γὰρ ὑβριοῦντας, κωλύτας παραγενομένους καὶ ὑπ’ Ἀρχελάου πεπομφότας, κτεῖναι ἐπιτιθεμένους, οὔτε τοῦ Θεοῦ οὔτε τοῦ νόμου τῆς ἑορτῆς ἐν φροντίδι γενομένους, ὧν Ἀντίπατρον οὐκ αἰσχύνεσθαι ἐκδικητὴν καθιστάμενον ἐπὶ θεραπείᾳ ἔχθρας τῆς αὑτοῦ πρὸς Ἀρχέλαον, ἢ μίσει τοῦ ἀρετῇ δικαίου. Οἱ παρελθόντες καὶ μὴ πρὸς διανοουμένους ἄρχοντες ἀδίκων ἔργων, οἷδε εἰσὶν οἱ βιαζόμενοι καὶ μὴ θέλοντας τοὺς ἀμυνομένους ἐφ’ ὅπλα χωρεῖν. Ἀνετίθει δὲ καὶ τὰ λοιπὰ πᾶσι τοῖς ἐν βουλῇ τῶν κατηγόρων οὐδὲν γὰρ ὅτι μὴ οὐ μετὰ γνώμης τῆς αὐτῶν γεγενη- μένον αἰτίᾳ τοῦ ἀδικεῖν ὑπάγεσθαι. Οὐ τῇ φύσει τοιού- τως αὐτὰ γεγονότα πονηρὰ εἶναι, ἀλλα τῷ βλάψαειν ἂν δοκεῖν Ἀρχέλαον. Τοσήνδε αὐτοῖς εἶναι βουλὴν τοῦ ὑβριοῦντος εἰς ἄνδρα συγγενῆ, καὶ πατρὸς μὲν εὐεργέ- την, συνήθη δὲ αὐτοῖς καὶ διὰ παντὸς οἰκείως πεπολι- τευμένον. Τὰς γε μὴν διαθήκας ὑπό τε σωφρονοῦντος γεγράφθαι τοῦ βασιλέως, καὶ κυριωτέρας εἶναι τῶν γε- γραμμένων πρότερον, διὰ τὸ Καίσαρα δεσπότην τῶν ὅλων καταλελεῖφθαι πρὸς τὴν κρίσιν τῶν ἐν αὐταῖς γεγραμ- μένων· μιμήσεσθαί τε οὐδαμῶς Καίσαρα τὴν ὕβριν αὐτῶν, οἳ τῆς Ἡρώδου παντοίως ἀπολαύσαντες παρ’ ὃν ἔζη καιρὸν δυνάμεως, τὰ πάντα ἐπὶ ὕβριν γνώμης ἐπείγοιντο αὐτοῦ, οὐδ’ αὐτῶν περὶ τὸν συγγενῆ τοιού- των γεγονότων. Οὔκουν Καίσαρά τε ἀνδρὸς ὑπ’ αὐτῷ πεποιημένου τὰ πάντα καὶ φίλου καὶ συμμάχου κατα- λύσειν τὰς διαθήκας, ἐπὶ πίστει τῇ αὐτοῦ γεγραμμέ- νας, οὐδὲ μιμήσεσθαι κακίαν τὴν ἐκείνων τὴν Καίσα- ρος ἀρετὴν καὶ πίστιν, πρὸς ἅπασαν τὴν οἰκουμένην ἀνενδοίαστον γενομένην, καὶ μανίαν καὶ λογισμοῦ ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος· οὔτε ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου, σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι. 7. Καί Νικόλαος μὲν τοιάδε διελθὼν, καταπαύει τὸν λόγον. Καῖσαρ δε Ἀρχελαον προσπεσόντα αὐτῷ πρὸς τὰ γόνατα φιλοφρόνως ἀνίστη φάμενος ἀξιώτατον εἶναι τῆς βασιλείας.

---

NICOLAUS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0577.tlg003.local002/.
