Ancient Greek
Dfhg-Source dfhg3_NICOLAUS_DAMASCENUS
NICOLAUS DAMASCENUS, Fragmenta 99.1
Not analysed yet
Ὅτι εἰς τιμῆς ἀξίωσιν οὕτω (1) προσεῖπον οἱ ἅνθρωποι, ναοῖς τε καὶ θυσίαις γεραίρουσιν, ἀνά τε νήσους καὶ ἠπείρους διῃρημένοι, καὶ κατὰ πόλεις καὶ ἔθνη, τό τε μέγεθος αὐτοῦ τῆς ἀρετῆς καὶ τὴν εἰς σφᾶς εὐεργεσίαν ἀμειβόμενοι. Δυνάμεως γὰρ καὶ φρονήσεως εἰς τὰ πρῶτα ἀνελθὼν οὗτος ὁ ἀνὴρ, πλείστων μὲν ἦρξεν ἀνθρώπων τῶν διὰ μνήμης, μακροτάτους τε ὅρους ἐποιήσατο τῆς Ῥωμαίων δυναστείας, εἴς τε τὸ βεβαιότατον οὐ τὰ φῦλα μόνον καὶ Ἑλλήνων καὶ βαρβάρων, ἀλλὰ καὶ αὐτὰς τὰς διανοίας κατεστήσατο, τὸ μὲν πρῶτον σὺν ὅπλοις, μετὰ δὲ ταῦτα καὶ ἄνευ ὅπλων, ἐθελουσίους τε προσαγόμενος διὰ τὸ (2) μᾶλλον ἔτι ἔνδηλος γίνεσθαι τῇ φιλανθρωπίᾳ, ἔπεισεν ἑαυτοῦ ἀκροᾶσθαι, ὧν δὴ (3) πρότερον οὐδὲ ὀνόματα ἠπίσταντο οἵ ἄνθρωποι, οὐδέ τινος ὑπήκοοι ἐγένοντο διὰ μνήμης, ἧμερωσάμενος (4), ὁπόσοι ἐντὸς (5) Ῥήνου ποταμοῦ κατοικοῦσιν, ὑπέρ τε τὸν Ἰόνιον πόντον καὶ τὰ Ἰλλυριῶν γένη· Παννονίους αὐτοὺς καὶ Δάκας (6) καλοῦσιν. Ζήτει ἐν τῷ Περὶ ἀνδραγαθημάτων. II. Περὶ δὴ τούτου τοῦ ἀνδρὸς φρονήσεώς τε καὶ ἀρετῆς ἰσχὺν δεῖξαι ὁπόσον δύναται, τὰ μὲν ἐκ τῆς πολιτείας ἥντινα ἐν τῇ πατρίδι ἐπολιτεύσατο, τὰ δὲ (1) κατὰ στρατηγίας μεγάλων πολέμων ἐγχωρίων τε καὶ ἀλλοεθνῶν, ἀγώνισμα μὲν ἀνθρώποις πρόκειται λέγειν καὶ γράφειν, ὡς ἂν εὐδοκιμοῖεν (2) ἐν καλοῖς ἔργοις. Καὐτὸς δ ̓ ἀφηγήσομαι τὰ πεπραγμένα, ἐξ ὧν οἷόν τε γνῶναι σύμπασι τὴν ἀλήθειαν. Πρότερον δ ̓ αὐτοῦ τό τε γένος διέξειμι καὶ τὴν φύσιν, τούς τε γεννητὰς, ἀφ ̓ ὧν ἦν, τήν τ ̓ (3) ἐκ νηπίου τροφήν τε καὶ παίδευσιν, ᾗ χρησάμενος τοσόσδε ἐγένετο. Πατὴρ μὲν οὖν ἦν αὐτῷ Γάῖος Ὀκταούϊος, ἀνὴρ τῶν ἐκ τῆς συγκλήτου. Οἱ δ ̓ αὐτοῦ πρόγονοι, κατά τε πλοῦτον καὶ ἐπιείκειαν ὀνομαστότατοι γενόμενοι (4), ὀρφανῷ ὄντι ἐκείνῳ τὰ χρήματα ἐλίποντο· [οἱ] καταστάντες δ ̓ ἐπίτροποι ταῦτα διεφόρησαν· ὁ δὲ τῶν πρὸς αὐτοὺς δικαίων ἀποστὰς, τοῖς περιλειφθεῖσιν ἠρκεῖτο. III. Ὅτι Καῖσαρ περὶ ἐννέα ἔτη μάλιστα γεγονὼς, θαῦμά τε οὐ μικρὸν παρέσχε Ῥωμαίοις, φύσεως ἀκρότητα δηλώσας ἐν τοιᾷδε ἡλικίᾳ, καὶ τοῖς ἀνδράσι πολὺς ἐγγίνεται θόρυβος ἐν πολλῷ ὁμίλῳ δημηγοροῦντι (1). Ἀποθανούσης δ ̓ αὐτῷ τῆς τηθῆς, παρὰ τῇ μητρὶ ἐτρέφετο Ἀντίᾳ, καὶ τῷ ταύτης ἀνδρὶ Φιλίππῳ Λευκίῳ, ὃς ἦν ἀπόγονος τῶν τὸν Μακεδόνα Φίλιππον κεχειρωμένων (2). Παρὰ δὴ τῷ Φιλίππῳ ὁ Καῖσαρ, ὡς παρὰ πατρὶ, τρεφόμενος πολλὴν ὑπέφαινεν ἐλπίδα, ἤδη τε (3) ἀξιότιμος καὶ τοῖς ἥλιξιν ἐφαίνετο τοῖς εὐγενεστάτοις παισί· καὶ συνῄεσαν πρὸς αὐτὸν παμπληθεῖς, οὐκ ὀλίγοι δὲ καὶ τῶν νεανίσκων, οἷς τὸ πράττειν δι ̓ ἐλπίδος ἦν. Προὔπεμπον δὲ αὐτὸν πάμπολλοι ὁσημέραι καὶ μειρακίσκοι καὶ ἄνδρες καὶ ἥλικες παῖδες, εἴτε ἐφ ̓ ἱππασίαν ἔξω τοῦ ἄστεος προῄει (4), εἴτε παρὰ συγγενεῖς ἢ ἄλλους τινάς. Ἤσκει γὰρ καὶ τὴν ψυχὴν τοῖς καλλίστοις ἐπιτηδεύμασι, καὶ τὸ σῶμα ταῖς γενναίαις καὶ πολεμικαῖς μελέταις, καὶ τῶν διδασκόντων θᾶττον αὐτὸς τὴν μάθησιν ἐπὶ τῶν ἔργων ἀπεδείκνυτο, ὥστε ἀπὸ τοῦδε καὶ ἐν τῇ πατρίδι πολὺν ζῆλον ἐνέγκασθαι. Ἐφεστήκει δὲ αὐτῷ καὶ ἡ μήτηρ, καὶ ὁ ταύτης ἀνὴρ Φίλιππος, ἀνὰ πᾶσαν ἡμέραν πυνθανόμενοι παρὰ τῶν διδασκάλων τε καὶ ἐπιμελητῶν, οὓς παρακατέστησαν τῷ παιδὶ, ὅ τι πράξειε, καὶ ὅποι πορευθείη, ἢ ὅπως διημερεύσειε, τάς τε διατριβὰς μεθ ̓ ὧν ποιήσαιτο. IV. Ἐν δὲ τῷ κατασχόντι ταράχῳ τὴν πόλιν ὑπεκπέμπει ἥ τε μήτηρ Ἀντία καὶ Φίλιππος Καίσαρα εἴς τι τῶν πατρῴων χωρίων. Κατέβαινε δὲ εἰς τὴν ἀγορὰν περὶ ἔτη μάλιστα γεγονὼς τεσσαρεσκαίδεκα, ὥστε ἀποθέσθαι μὲν αὐτὸν ἤδη τὴν περιπόρφυρον ἐσθῆτα, ἀναλαβεῖν δὲ τὴν καθαρὰν, σύμβολον οὖσαν τῆς εἰς ἄνδρας ἐγγραφῆς (1). Περιβλεπόμενος δ ̓ ὑπὸ παντὸς τοῦ δήμου διά τε εὐπρέπειαν (2) καὶ λαμπρότητα εὐγενείας, ἔθυε τοῖς θεοῖς, καὶ ἐνεγράφη εἰς τὴν ἱερωσύνην εἰς τὸν Λευκίου Δομιτίου τόπον τετελευτηκότος (3). Καὶ ὁ δῆμος μάλα προθύμως ἐχειροτόνησε. Καὶ ὁ μὲν ἅμα τῇ μεταλλαγῇ τῆς ἐσθῆτος καὶ τῇ καλλίστῃ τιμῇ κοσμηθεὶς ἔθυε. Καίπερ δὲ κατὰ νόμον εἰς ἄνδρας ἐγγεγραμμένον, διεκώλυεν ἡ μήτηρ ἔξω τῆς αὐλείου (4) θύρας χωρεῖν, πλὴν ὅπη καὶ πρότερον, ὅτε παῖς ἦν, ἐφοίτα, δίαιτάν τε τὴν αὐτὴν ἔχειν ἐπηνάγκαζε, κοιτάζεσθαί τε ἔνθα καὶ πρότερον ἐν τῷ αὐτῷ δωματίῳ. Νόμῳ τε μόνον ἀνὴρ ἦν, τὰ δ ̓ ἄλλα παιδικῶς ἐπεστατεῖτο. Τῆς δὲ ἐσθῆτος οὐδοτιοῦν ἐξήλλαξεν, ἀλλ ̓ ἀεὶ τὴν πάτριον ἀμπείχετο (5). V. Ἐφοίτα δὲ καὶ εἰς τὰ ἱερὰ ἐν ταῖς νομίμοις ἡμέραις νύκτωρ διὰ τὴν προσοῦσαν αὐτῷ ὥραν, ἅτε δὴ καὶ (1) πολλὰς γυναῖκας ἐκμήνας εὐπρεπείᾳ καὶ λαμπρότητι γένους. Ἐπιβουλευόμενος δὲ παρ ̓ αὐτῶν, οὐδαμῆ ἐφαίνετο ἁλωτὸς ὤν· ἀλλὰ τὰ μὲν ἡ μήτηρ ἀπήρυκεν αὐτοῦ φυλάττουσα καὶ οὐδαμόσε μεθιεῖσα, τὰ δὲ καὶ αὐτὸς ἤδη ἔννους ὢν, ἅτε εἰς τοὔμπροσθεν τῆς ἡλικίας προϊών (2). Ἐνστάσης δέ τινος ἑορτῆς Λατίνης, ὁπότε καὶ τοὺς ὑπάτους εἰς Ἄλβαν (3) τὸ ὄρος ἀναβαίνειν ἔδει, πατρίου θυσίας ἕνεκα, τοὺς δ ̓ ἱερεῖς διαδόχους αὐτῶν τῆς δικαιοδοσίας εἶναι, καθίζει ἐπὶ τὸ βῆμα Καῖσαρ ἐν μέσῃ ἀγορᾷ. Προσῄεσαν δ ̓ ἄπλετοι ἄνθρωποι δικαιοδοσίας χάριν, πολλοὶ δὲ καὶ μηδενὸς πράγματος χάριν, θεωρίας ἕνεκα τοῦ παιδός· ἀξιοθέατος γὰρ πᾶσιν ἦν, καὶ μάλιστα ἐν τῷ τότε σεμνότητα καὶ ἀξίωμα προσειληφώς. VI. Καίσαρος δὲ ἤδη κεχειρωμένου μὲν τοὺς ἐν τῇ Εὐρώπῃ πολέμους (1), νενικηκότος δὲ καὶ περὶ Μακεδονίαν Πομπήῖον, ᾑρηκότος δ ̓ Αἴγυπτον, ἐπαναπερῶντος δ ̓ ἔκ τε Συρίας καὶ τοῦ Εὐξείνου πόντου, μέλλοντος δ ̓ ἐπὶ Λιβύης χωρεῖν, ὡς τὰ λειπόμενα τοῦ ἐκεῖ μεταστάντος (2) πολέμου καθέλοι, βουλόμενος συστρατεύειν αὐτῷ ὁ νέος Καῖσαρ, ὡς καὶ πολεμικῶν (3) ἔργων ἔμπειρος εἴη, ἐπεὶ ᾔσθετο ἐναντιουμένην Ἀντίαν τὴν μητέρα, οὐδὲν ἀντειπὼν ἠρέμα εἶχε. Δῆλος δ ̓ ἦν καὶ ὁ πρεσβύτερος Καῖσαρ ὑπ ̓ εὐνοίας οὐδέπω βουλόμενος αὐτὸν στρατεύεσθαι, ὡς μὴ, τήν τε δίαιταν ἐν ἀσθενεῖ σώματι μεταβαλὼν καὶ ὅλην ἕξιν φαύλως διατεθείη. Διὰ μὲν δὴ ταῦτα τῆς στρατείας (4) παρελύετο. VII. Ἐπεὶ δὲ κἀκεῖνον τὸν πόλεμον κατεργασάμενος Καῖσαρ ἐπανῆλθεν εἰς Ῥώμην, σφόδρα ὀλίγοις τῶν ὑποπεσόντων αἰχμαλώτων συγγνοὺς, διὰ τὸ τοῖς προτέροις αὐτοὺς μὴ σεσωφρονῆσθαι πολέμοις, συνηνέχθη τοιόνδε. Ἦν εἰς τὰ μάλιστα Καίσαρι τῷ νέῳ συνήθης καὶ φίλος Ἀγρίππας, ἐν ταὐτῷ τε παιδευθεὶς, καί τινα ἔχων ὑπερβολὴν ἑταιρείας. Τούτου ἀδελφὸς Κάτωνι συνῆν, κατά τε φιλίαν σπουδαζόμενος, καὶ τοῦ Λιβυκοῦ πολέμου κεκοινωνηκὼς, τότε δ ̓ αἰχμάλωτος ᾑρημένος. Τοῦτον, οὐδέν πω (1) πρότερον αἰτήσας Καίσαρα, ἐβούλετο μὲν ἐξαιτεῖσθαι, ὑπὸ δὲ αἰδοῦς ὤκνει, καὶ ἅμα ὁρῶν αὐτὸν, ὡς διέκειτο πρὸς τοὺς ἐν ἐκείνῳ τῷ πολέμῳ ἑαλωκότας. Θαρρήσας δ ̓ οὖν ποτὲ, ᾔτησε καὶ ἔτυχεν. Ἐφ ̓ οἷς περιχαρὴς ἦν τῷ αὑτοῦ φίλῳ τὸν ἀδελφὸν ἀνασεσωκώς· ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τῶν ἄλλων, εἰς οὐδὲν πρότερον (2) καταθέμενος τὴν αὑτοῦ σπουδὴν καὶ ἔντευξιν ἢ εἰς φίλου σωτηρίαν. VIII. Ἐκ τούτου τὰς θριαμβικὰς ἦγε πομπὰς Καῖσαρ τοῦ κατὰ Λιβύην πολέμου, τῶν τε ἄλλων, οὓς ἐπολέμησε. Καὶ τὸν νέον Καίσαρα, υἱὸν ἤδη πεποιημένος (1), ὄντα δὲ τρόπον τινὰ καὶ φύσει διὰ τὸ ἐγγυτάτω τοῦ γένους εἶναι, ἐκέλευσε τῷ ἑαυτοῦ ἅρματι ἕπεσθαι, κόσμοις αὐτὸν στρατηγικοῖς ἀσκήσας, ὡς ἂν αὐτοῦ σύσκηνον ἐν πολέμῳ γεγονότα. Ὁμοίως δὲ καὶ ἐν ταῖς θυσίαις, καὶ ἐν ταῖς πρὸς τοὺς θεοὺς προσόδοις ἐγγύτατα ἵστη, τούς τε ἄλλους εἴκειν προσέταττεν αὐτῷ. Καὶ ὁ μὲν ἤδη τὰς αὐτοκρατορικὰς ἐφέρετο τιμὰς, αἳ δὴ μέγισται κατὰ τὸν Ῥωμαίων νόμον ἦσαν, καὶ ζηλωτὸς ἐν τῇ πατρίδι ἦν. Συνὼν δὲ ὁ παῖς αὐτῷ καὶ ἐν τοῖς θεάτροις (2) καὶ ἐν πότοις, ὁρῶν τε φιλανθρώπως ἑαυτῷ διαλεγόμενον οἷα τέκνῳ, καὶ μικρὸν ὅσον ἤδη τεθαρρηκὼς, πολλῶν αὐτοῦ δεομένων καὶ φίλων καὶ πολιτῶν αἰτεῖσθαι σφίσι παρὰ Καίσαρος, ὧν ἕκαστοι ἐν χρείᾳ ἦσαν, ἐπιτηρῶν εὐκαιρίας μετὰ πάσης αἰδοῦς ᾐτεῖτό τε καὶ κατώρθου, πλείστου τε ἄξιος πολλοῖς τῶν ἀναγκαίων ἐγένετο, φυλαττόμενος τὸ μήτε ἀκαίρως παρακαλεῖν, μήτ ̓ ἐκείνῳ προσάντως (3). Καὶ ὁ μὲν οὐκ ὀλίγα ζώπυρα καὶ φιλανθρωπίας ἅμα καὶ φρονήσεως φυσικῆς ἀπεδείκνυτο. IX. Βουλόμενος δ ̓ αὐτὸς ὁ Καῖσαρ καὶ ἔμπειρον τοῦ ἀγωνοθετεῖν (1) ἐν ταῖς τοιαύταις χορηγίαις εἶναι, δυοῖν ὄντοιν θεάτροιν, τοῦ μὲν Ῥωμαϊκοῦ, ἐν ᾧ αὐτὸς παρὼν τὴν φροντίδα εἶχε, θατέρου δὲ Ἑλληνικοῦ, τούτου ἐπέτρεψεν ἐκείνῳ (2) τὴν ἀγωνοθεσίαν. Καὶ ὁ μὲν σπουδάζων ἐπιμέλειάν τε καὶ φιλανθρωπίαν ἀποδείξασθαι ἐν καυματώδεσι καὶ μακροτάταις ἡμέραις, οὐδαμοῦ τε ἀπιὼν, ἄχρι λύσειε τὴν θέαν, εἰς νόσον πίπτει, οἷα νέος καὶ πόνων ἀπείρατος. Χαλεπῶς δὲ διακειμένου, πάντες μὲν ἐν φόβῳ ἦσαν, ἀγωνιῶντες εἴ τε πείσεται τοιαύτη φύσις, μάλιστα δὲ πάντων (3) Καῖσαρ. Διὸ πᾶσαν ἡμέραν ἢ αὐτὸς παρὼν αὐτῷ εὐθυμίαν παρεῖχεν, ἢ φίλους πέμπων, ἰατρούς τε (4) ἀποστατεῖν οὐκ ἐῶν. Καὶ ποτε δειπνοῦντι ἤγγειλέ τις, ὡς ἔκλυτος εἴη καὶ χαλεπῶς ἔχοι· ὁ δὲ ἐκπηδήσας ἀνυπόδητος ἧκεν, ἔνθα ἐνοσηλεύετο, καὶ τῶν ἰατρῶν ἐδεῖτο ἐμπαθέστατα μεστὸς ὢν ἀγωνίας, καὶ αὐτὸς παρεκάθητο· ἀνακτησάμενος δ ̓ αὐτὸν εὔθυμος ἐγένετο. X. Ἐπεὶ δ ̓ ἀνέσφηλεν ἐκ τῆς νόσου, διαπεφευγὼς μὲν τὸν κίνδυνον, ἀσθενῶς δ ̓ ἔτι διακείμενος τὸ σῶμα, στρατεύειν μὲν ἔδει Καίσαρα, ἔνθα διενοεῖτο τὸ πρότερον ἐπάγεσθαι καὶ τὸν παῖδα· τότε δ ̓ οὐχ οἷός τ ̓ ἦν διὰ τὴν προσπεσοῦσαν νόσον. Καταλιπὼν δ ̓ οὖν αὐτοῦ πολλοὺς ἐπιμελητὰς, ὡς δι ̓ ἀκριβοῦς διαίτης φυλάττοιτο, καὶ ἐντολὰς δοὺς, εἰ ῥωσθείη, ἕπεσθαί οἱ, ᾤχετο ἐπὶ τὸν πόλεμον. Ὁ γὰρ Μάγνου Πομπηίδυ πρεσβύτατος παῖς, μέγα στράτευμα ἀθροίσας ἐν ὀλίγῳ χρόνῳ παρὰ τὴν πάντων ἐλπίδα, διενοεῖτο ἐπαμῦναι (1) τῷ πατρὶ, καὶ τὴν ἐκείνου ἧτταν ἀναμαχέσασθαι, εἰ δύναιτο. Ὑπολειφθεὶς δ ̓ ἐν τῇ Ῥώμῃ Καῖσαρ, πρῶτον μὲν (2) τοῦ σώματος ἐγκρατέστατα ἐπεμελήθη, καὶ ταχὺ ἀνερρώσθη· ἔπειτα δὲ τὴν ἔξοδον ἐκ τῆς πατρίδος ἐποιεῖτο ἐπὶ τὴν στρατιὰν κατὰ τὰς τοῦ θείου ἐντολάς· οὕτω γὰρ αὐτὸν ἐκάλει. Πολλῶν δ ̓ αὐτῷ συνεκδημεῖν σπουδαζόντων, διὰ τὸ μέγεθος τῆς ἐν αὐτῷ ἐλπίδος, πάντας παρωσάμενος καὶ τὴν μητέρα αὐτὴν, τοὺς ὠκυτάτους τῶν οἰκετῶν καὶ ἐρρωμενεστάτους ἐκλεξάμενος, συνέτεινε τὴν πορείαν, καὶ ἀπίστῳ τάχει χρησάμενος διέδραμε τὴν μακρὰν ὁδὸν (3), σύνεγγύς τε ἦν Καίσαρι, διαπε- πολεμηκότι ἤδη τὸν σύμπαντα πόλεμον ἐν μησὶν ἑπτά. XI. Ἀφικόμενος δ’ εἰς Ταρρακῶνα ἀπιστίαν παρέ- σχεν, ὅπως ἀφίκοιτο ἐν τοσῷδε πολέμου ταράχῳ. Οὐχ εὑρὼν δὲ ἐνταῦθα Καίσαρα, πλείω πόνον και κίνδυνον εἶχεν· αφίκετο δὲ εἰς Ἰβηρίαν πρὸς Καίσαρα περὶ πό- λιν Καλπίαν (1). Και ὁ μὲν οἷα τέκνον περιβαλὼν (2), διά τε τὸ νοσοῦντα καταλελοιπέναι καὶ ἐκ πολλῶν πολεμίων καὶ λῃστηρίων περισεσωσμένον ὁρᾶν ἀδοκήτως, ἠσπάζετο, καὶ οὐδαμῆ μεθίει, ὁμοδίαιτόν τε εἶχεν· ἐπῄνει δ’ αὐτοῦ (3) καὶ τὴν ἐπιμέλειαν ἅμα καὶ σύντα- σιν (4), ὡς πρῶτος τῶν ἐκ τῆς Ῥώμης ἐξεληλυθότων ἧκεν. Ἔπιμελὲς δ’ (5) ἐποιεῖτο πρὸς αὐτὸν διαλεγόμενος ὑπὲρ πολλῶν ἀνακρίνειν, ἀποπειρώμενος αὐτοῦ τῆς διανοίας. Ὁρῶν δὲ εὔστοχον καὶ εὐσύνετον καὶ βραχυλόγον, αὐτὰ τε ἀποκρινόμενον τὰ καιριώτατα, ἔστεργε καὶ ὑπερησπάζετο. Ἐκ τούτου πλεῑν ἔδει ἐπὶ Καρχηδόνος· προταχθὲν δ’ αὐτῷ ἐμβαίνειν εἰς τὴν αὐτὴν Καίσαρι ναῦν σὺν πέντε δούλοις, αὐτὸς ὑπὸ φιλοστοργίας καὶ τρεῖς ἑταίρους πρὸς τοῖς δούλοις ἐνεβίβασε· και ἐδεδίει, μὴ τοῦτο γνοὺς Καῖσαρ ἐπιμέμψαιτο. Τοὐναντίον δ’ ἐγένετο· ἥσθη γὰρ ἐκεῖνος ἐπὶ τῷ εἶναι φιλέταιρον, καὶ ἐπῄνεσεν, ὅτι ἀεὶ βούλεται παρεῖναι αὐτῷ τοὺς πάντων ἐπόπτας ἐσομένους ἄνδρας καὶ ἀρετῆς ἐπιμελουμένους, πρόνοιάν τε οὐ μικρὰν χρηστῆς δόξης ἐν τῇ πατρίδι ἤδη ποιοῖτο. XII. Ἧκε δ’ οὖν εἰς τὴν Καρχηδόνα Καῖσαρ, ὡς τοῖς χρῄζουσιν ἐντευζόμενος. Πολλοὶ δὲ συνεληλύθεσαν, οἱ μὲν δικαιοδοσίας χάριν περὶ ὧν εἶχον ἀμφιβόλων πρός τινας, οἱ δὲ οἰκονομίας πολιτικῆς, οἱ δ’ ὅπως ἂν τὰ ἆθλα τῶν ἠνδραγαθημένων λάβοιεν· περὶ ὧν ἐνέτυχεν (1.) Ἄλλοι τε ἡγεμόνες πλεῖστοι συνεληλύθεσαν. Προσφεύγουσι (2) τῷ Καίσαρι καὶ Ζακύνθιοι μεγάλα ἐγκλήματα ἔχοντες, καὶ δεόμενοι βοηθείας. Ὁ δὲ τούτων προῦστη τε, καὶ διαλεχθεὶς ἄριστα πρὸς Καίσαρα ἓν φανερῷ (3), τῶν τε αἰτιῶν αὐτοὺς ἀπήλλαξε, καὶ προὔπεμψεν ἐπ’ οἴκου ἡδομένους τε καὶ πρὸς πάντας αὐτὸν ὑμνοῦντας, σωτηρά τε ὀνομάζοντας (4.) Ἐντεῦθεν πολλοὶ συνέρρεον προστασίας δεόμενοι, οἷς πλείστου ἄξιος γενόμενος, τῶν μὲν διέλυε τὰ ἐγκλήματα, οἷς δ’ ᾐτεῖτο δωρεὰς, οὒς δ’ εἰς ἀρχὰς προῆγε. Πάντες τε (5) ἀνὰ στόμα εἶχον τήν τε (6) ἡμερότητα καὶ φιλάνθρωπίαν καὶ τὴν ἐν ταῖς ἐντεύξεσι φρόνησιν. Αὐτὸς μὴν Καῖσαρ εὐλα[βούμενος̣] ***.