# Progymnasmata 37.1

Nicolaus, Progymnasmata, 37.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/37.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/37.1

ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ ἐρμηνευτικήν, ἐπειδὴ τοῦτο ἔργον τοῦ ῥήτορος, τὸ ἐν παντὶ τῷ προτεθέντι προβλήματι νοῆσαι τε ἄ χρῆ εἰπεῖν καὶ οἰκονομῆσαι ταῦτα καὶ ἐρμηνεύσαι ἀρίστα. πρόσκειται ‘τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶ λόγῳ’ διὰ τὸ τέλος τῆς ῥητορικῆς, ἐπειδὴ τοῦτο αὐτῆς τέλος τὸ πειστικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. οὐκοῦν οὗτος μὲν ὁ ὄρος· ‘δύναμις εὑρετικὴ καὶ ἐρμηνευτικὴ μετὰ κόσμου τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶ λόγῳ’. ἔργον δὲ τὸ ἐν τῷ προτεθέντι προβλήματι νοῆσαι τε ἄ χρῆ εἰπεῖν καὶ οἰκονομῆσαι ταῦτα καὶ ἐρμηνεύσαι ἀρίστα. τέλος δὲ οὐ τὸ πείσαι πάντως, ἀλλὰ τὸ πειστικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον· διὰ τοῦτο γὰρ αὐτὴν καὶ πειθοῦς δημιουργὸν ὁ Γοργίας ὠρίσατο. — ‘Ῥητορικὴ δὲ ὀνομάζεται ἢ ἀπὸ τοῦ ῥύδην λέγειν ἢ ἀπὸ τοῦ συνηγορεῖν τὸν ῥήτορα τῷ νόμῳ· ῥήτρα γὰρ κατὰ Ἀωριέας ὁ νόμος.

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
