# Progymnasmata 52.1

Nicolaus, Progymnasmata, 52.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/52.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/52.1

δεῖ αὐτὴν τάττεσθαι. ἕτεροι δὲ τάξαντες αὐτὴν πρώτην οὐ τὴν νῦν ταύτην αὐτῇ διαίρεσιν ἀποδεδωκάσι, ἀλλὰ τὴν κατὰ πάσας τὰς πτώσεις καὶ πάντας τοὺς ἀριθμοὺς προφορὰν μόνην ἐνόμισαν τοῖς νέοις τῶν ποιητῶν ἀφισταμένοις καὶ ἐπὶ τὴν ῥητορικὴν ἰοῦσιν ἀρχεῖν πρὸς τὴν τοῦ πολιτικοῦ λόγου μελέτην καὶ ἔχρωντο αὐτῇ οὕτως· οἷον Πιττακὸς ὁ Μιτυληναῖος ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, ἔφη· ἀλλ’ οὐδὲ διανοούμενος. καὶ πρῶτον μὲν κατ’ εὐθείαν προέφερον, τὸ δ’ ἐντεῦθεν καὶ κατὰ τὰς ἑφεξῆς. οἷον γενικὴν Πιτταχοῦ Μιτυληναίου ἐρωτηθέντος, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, λόγος ἀπομνημονεύεται· ἀλλ’ οὐδὲ διανοούμενος. κατὰ δοτικὴν· Πιτταχῷ τῷ Μιτυληναίῳ ἐρωτηθέντι, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, ἐπήλθεν εἰπεῖν· ἀλλ’ οὐ διανοούμενος. κατὰ αἰτιατικὴν· Πιτταχὸν τὸν Μιτυληναῖον ἐρωτηθέντα, εἰ τοὺς θεοὺς λανθάνει τις φαῦλόν τι ποιῶν, εἰρῆσθαι φασίν· ἀλλ’ οὐδὲ διανοούμενος. ἡ δὲ κλητικὴ σαφὴς ἐστὶν αὐτόθι· πρὸς γὰρ αὐτὸν τὸν εἰπόντα λόγον ποιησόμεθα· σύ, ὦ Πιτταχὲ Μιτυληναῖε, ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, εἶπας· ἀλλ’ οὐδὲ διανοούμενος. καὶ οὕτω κατὰ τὸν δυϊκὸν ἀριθμὸν καὶ πληθυντικόν, εἰ ἔνδεχοιτο τυχὸν διὰ μελέτην δευτέρῳ Πιτταχῷ

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
