# Progymnasmata 71.3

Nicolaus, Progymnasmata, 71.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/71.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/71.3

Εἴπομεν δέ, ὅτι ὁριζόμενοι τινες εἴρηκασὶ τὸν κοινὸν τόπον αὐξησιν ὁμολογουμένου ἀδικήματος ἢ ἀνδραγαθή-ματος. οἱ δὲ τοῦτο λέγοντες τοῖς νοῦν ἔχουσι τῶν τεχνογράφων ἁμαρτάνειν ἐδοξαν· ‘οὐ γὰρ δεῖ’ φασὶν ‘ὁμολογουμένων ἀγαθῶν αὐξησιν ποιεῖσθαι ἐν τῷ κοινῷ τόπῳ, ἐπεὶ λήσομεν ἐγκωμίῳ, ὅπερ τοῦ πανηγυρικοῦ μέρους τὸ μέγιστον, ἐν κοινῷ τόπῳ χρῶμενοι. τί γὰρ ἐστιν ἐγκώμιον ἢ αὐξησις τῶν ὁμολογουμένων ἀγαθῶν; λεκτέον οὖν πρὸς τοὺς λέγοντας δεῖν ὑπὲρ τινων ἐν κοινῷ τόπῳ ποιεῖσθαι τοὺς λόγους· πότερον ὑπὲρ αὐτῶν ἐροῦμεν, καθ’ ὧν ἤδη εἴρηκαμεν, ἢ ὑπὲρ ἑτέρων; εἰ μὲν γὰρ ὑπὲρ αὐτῶν, καθ’ ὧν καὶ ἢ κατηγορία γεγένται, οἷον κατὰ τοῦ φονέως καὶ ὑπὲρ τοῦ φονέως, οὐκέτι τὸ πρᾶγμα ὁμολογεῖται· εἰ δὲ ὑπὲρ ἑτέρων τῶν τὰ ὁμολογου-μένα ἀγαθὰ διαπεπραγμένων, τῷ ἐγκωμίῳ μᾶλλον ἀρμό-ζων ὁ τοιοῦτος λόγος φαίνεται. ὥστε οὐκ ἂν δεῖχθείη τὸ δεῖν ἐν κοινῷ τόπῳ λέγειν ὑπὲρ τινος, ἀλλὰ πάντως τὴν καταδρομὴν χρὴ γίνεσθαι <ἐν αὐτῷ> κατὰ ἄνθρωπον

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
