# Progymnasmata 72.3

Nicolaus, Progymnasmata, 72.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/72.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/72.3

Διαιροῦντες δὲ τὸν κοινὸν τόπον εἴρηκασιν οὕτως· ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ (ΚΟΙΝΟΣ ΤΟΠΟΣ) τῶν κοινῶν τόπων, φамέν, οἱ μὲν εἰσὶν ἄπλοιοι, οἱ δὲ διπλοῖ· ἄπλοιοι μὲν οἷον κατὰ ἱεροσύλον ἢ κατὰ προδότον· διπλοῖ <δ'> οἷον κατὰ ἱερέως ἱεροσύλον ἢ κατὰ στρατηγοῦ προδότου'. ἁμαρτάνουσι δὲ καὶ οὗτοι τῇ τοῦ στρατηγοῦ ἢ ἱερέως προσθήκῃ οἴδμενοι διπλοὺς ἀποτελεῖν τοὺς κοινούς τόπους, οἷον εἴ λέγοι τις κατὰ μοιχοῦ φονέως — ἐνδέχεται γάρ — ἢ κατὰ κλέπτου φονέως ἢ εἴ τι ἄλλο τοιοῦτον, ἐν ᾧ δύο εἰσὶν ἀδικήματα, ὧν καὶ ἕκαστερον ἰδίαν κρίσιν ἐπιδέχεται. κατὰ στρατηγοῦ δὲ προδότου ἢ κατὰ ἱερέως ἱεροσύλον οὐχ ἂν καλοῖτο διπλοῦς τόπος· ἢ γὰρ τοῦ ἱερέως καὶ ἢ τοῦ στρατηγοῦ προσθήκη χορηγίαν μὲν ἂν παρέχοι τῇ καταδρομῇ πλεῖονα — ἄλλως γὰρ κατὰ ἁπλῶς προδότου καὶ ἄλλως κατὰ στρατηγοῦ προδότου τὸν λόγον εὐπορήσομεν —, διπλοὺς δὲ οὐχ ἂν ἀποτελοῖμεν τόπους, ἐπεὶ περιαιρεθέντος τοῦ τῆς προδοσίας ὀνόματος κατὰ στρατηγοῦ ἢ κατὰ ἱερέως μόνον τί ἂν τις καὶ λέγοι;

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
