# Progymnasmata 77.1

Nicolaus, Progymnasmata, 77.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/77.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/77.1

ΠΡΟΓΓΜΝΑΣΜΑΤΑ (ΚΟΙΝΟΣ ΤΟΠΟΣ) κυνόντες, καὶ εὐθὺς ἐπισυνάψομεν αὐτῷ τὴν καλουμένην περιοχήν, ἐν ᾗ δεῖξομεν, πόσα τῷ νῦν τούτῳ συναδικεῖται πράγματι, οἷον ὅτι νόμοι καταλύονται, δικαστήρια, βουλευτήρια, πάντα ἀπλῶς τὰ τῆς πόλεως καλά, καὶ ἀπλῶς εἰπεῖν τῇ εἰς ἄτοπον ἄπαγωγήν χρησόμεθα, ἑνὸς τούτων τὰ ἔσχατα συμβαίνειν λέγοντες. καὶ οὕτω χώραν ἔχει τὰ συγκριτικά, ἐν οἷς πρὸ τῶν ἄλλων φροντιοῦμεν, ὥστε ὁμοιογενέσι κεχρῆσθαι πράγμασιν. ὁμολογενῆ δὲ λέγεται τὰ ἐν ταῖς αὐταῖς αἰτίαις γινόμενα· οἷον εἰ κατὰ τυμβωρύχον λέγοιμεν, τὴν σύγκρισιν ἐργασόμεθα πρὸς κλέπτας, πρὸς ἱεροσύλους, πρὸς πάντας τοὺς κέρδους ἕνεκα τὰ τοιαῦτα τολμῶντας. γενήσονται δὲ αἱ συγκρίσεις ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐλάττονος, ἀπὸ τοῦ ἴσου· τῷ μὲν γὰρ μείζονι ἴσον αὐτὸ ἀποδείξομεν, τοῦ δὲ ἴσου μείζον, ἐπὶ μέντοι τοῦ ἀπὸ τοῦ ἐλάττονος ἐπιτιμήσει χρησόμεθα, λέγοντες ἄτοπον εἶναι ἐπὶ μὲν δραμὴ εὐθύνεσθαι τινα, ἐπὶ δὲ ἱεροσυλίᾳ τοῦτον μένειν ἀτιμώρητον. <ἴστεον δὲ ὡς> οὔτε κατὰ τοὺς τρεῖς τόπους πάντως ἐμπεσοῦνται αἱ συγκρίσεις οὔτε κατὰ ὡρισμένην τάξιν, ἀλλὰ καὶ ποία δεῖ πρῶτα ἢ δεῦτερα ἢ τρίτα ἐξετάσαι, ἢ ποία ἐμπεσεῖται ἢ ποία ἐκλείψει, ὁ διαιρῶν εἴσεται. ἐργασάμενοι δὲ τὰ συγκριτικά εὐθὺς καὶ τοῖς καλουμένοις πρὸ τοῦ πράγματος χρησόμεθα. ποιησόμεθα δὲ ἐν τούτοις φροντίδα τοῦ

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
