# Progymnasmata 83.8

Nicolaus, Progymnasmata, 83.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/83.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/83.8

πλεονεκτημάτων ἐργασθέν. Τέλος δὲ ἐγκωμίου τὸ καλόν, ὥσπερ τοῦ δικανικοῦ τὸ δὴ τοῦτο ἐγκώμιον ὀνομαζόμενον, ὃ ἐκπονοῦμεν εἰς ἐπαίνον τυχόν ἀνδρὸς βεβιωκότος πρὸς ἀρετήν, ὡς μὲν ἕτεροί τῶν ἀρχαίων καὶ ὁ θειότατος Πλάτων ἐν Φαιδρῷ διεῖλεν, εἰς τὰ περὶ ψυχὴν, εἰς τὰ περὶ σῶμα, εἰς τὰ ἔκτος διαιρεῖται, ὧν τὰ μὲν περὶ ψυχὴν εἰς φρόνησιν, 5 δικαιοσύνην, σωφροσύνην, ἀνδρείαν μεριζόμενά , τὰ δὲ περὶ σῶμα εἰς κάλλος, ἰσχύν, μέγεθος καὶ τάχος, τὰ δὲ ἔκτος διαιρεῖται εἰς γένος, φίλους, πλοῦτον καὶ ὅσα τοιαῦτα· ἡμεῖς δὲ οὐ ταύτῃ τῇ διαιρέσει, ἀλλὰ τῇ κρατούσῃ ἐφόμεθα. διαιρεῖται τοίνυν μετὰ τὰ προοίμια 10 — χρησόμεθα γὰρ καὶ ἐν τούτῳ προοιμίοις οὐχ ὡρισμένοις, ἀλλ’ ὅσοις ἡ χρεία παρέχει, κατὰ τὸν αὐτὸν τρόπον, καθ’ ὃν ἤδη πολλάκις εἴρηται — διαιρεῖται δὲ μετὰ τὰ προοίμια πρώτῳ κεφαλαίῳ τῷ καλουμένῳ ἀπὸ τοῦ γένους, ὅπερ λαμβάνεται ἀπὸ ἔθνους, ἀπὸ πόλεως, ἀπὸ προγό- 15 νων. ταῦτα δὴ ἢ πάντα ἐμπίπτει, ἢ τοῖς ἐμπιπτούσι χρησόμεθα· οἷον ἐὰν ἢ πόλις ἢ λαμπρὰ καὶ ἐνδοξος, τότε μᾶλλον ἐν τῷ περὶ αὐτῆς λόγῳ ἢ τοῦ ἔθνους διατριψόμεν· ἐὰν δὲ μηδὲν ἔχωμεν εἰπεῖν γενναῖον περὶ τῆς πόλεως, τότε ἐπὶ τὸ ἔθνος καταφενξόμεθα· εἰ δ’ ἄρα 20 μηδὲ περὶ ἑτέρου λέγειν τι δυνάμεθα σπουδαῖον, τότε εὐθὺς ἀπὸ τῶν προγόνων ἀρξόμεθα, ὅσα δὲ ἐνδέχεται καὶ περὶ ἐκείνων, λέγω δὴ τῶν ἀπὸ ἔθνους <ἢ πόλεως>,

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
