# Progymnasmata 85.1

Nicolaus, Progymnasmata, 85.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/85.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/85.1

ΠΡΟΓΓΥΝΑΣΜΑΤΑ (ΕΓΚΩΜΙΟΝ, ΨΟΓΟΣ) εἰπόντες πρότερον. οἷον βουλόμεθα Σίφνιον τινα ἐπαι-νεῖν· ἐπειδή μηδὲν ἔστιν ἄξιον λόγου εἰπεῖν περὶ Σίφνον, ἀρκέσει αὐτῆς πρὸς ἐπαίνον τυχὸν τὸ πλησίον αὐτὴν κεῖσθαι τῆς Ἀττικῆς καὶ μέσην τῶν Κυκλάδων νήσων. καὶ ἐκ τούτων, φυλάξαντες τῇ τέχνῃ τὴν τάξιν, ἥξομεν ἐπὶ τὰ οἰκειότερα, καὶ αὖ πάλιν τοὺς ἐνδοξοτέρους ἐπαινοῦντες τοὺς ἄλλους ἀποκρύψομεν. ἀεὶ δὲ δεῖ σπεύ-δειν καὶ ἐπειγέσθαι ἐπὶ τὰ ἴδια καὶ μόνῳ αὐτῷ ὑπάρχοντα, οἷον λέγω ἐκ τῶν ἀνωτάτω προγόνων εἴκως πολλοὺς καταγέσθαι καὶ πολλάς οἷον σειρὰς εἶναι καὶ πλείοσιν ἀρμόζειν τὰς αὐτὰς εὐφημίας, ἐπὶ δὲ πατρὸς πλεο-νεκτήμασι μόνους τοὺς ἐξ αὐτοῦ γενομένους δεῖ σεμνύ-νεσθαι· διὸ ἐπὶ ταῦτα μᾶλλον ἥξομεν. οὐ μὴν ἀμέσως οὐδὲ ὡς ἔτυχε τὴν ἐκείνων μνήμην παραδραμούμεθα, ἵνα μὴ δόξωμεν κακίαν τινὰ συνειδότες ἀποφεύγειν τοὺς περὶ αὐτῶν λόγους, ἀλλ’ εἴτε βουλόμεθα αὐτὰ ἐξετάζειν, μετὰ ἀξιώματος ἐπ’ αὐτὰ χωρήσομεν, λέγοντες, ὅτι ἄτοπόν ἐστιν ἐν τοιαύδε μνήμῃ μὴ καὶ τὰς ἐκ τῶν προγόνων αὐ-τοῦ σκοπεῖν ἀρετάς, εἴτε ὑπερβαίνειν ἐθέλομεν, πειρασό-μεθα αἰτίαν εἰπεῖν εὔλογον, ἵνα μὴ δοκῶμεν αὐτὰς ἀποκρύπτειν ἐθελοντί. μετὰ δὲ ταῦτα τὰ ἀπὸ τοῦ γέ-νους εἰς τὰ ἀπὸ τῆς γενέσεως ἥξομεν, οἷον <εἰ τι κατὰ τὸν καιρὸν τῆς ὠδίνος ἔξομεν λέγειν συμβεβηκὸς περὶ αὐτόν· οἷον> δὴ ἐπὶ τῆς Περιχλέους λέγεται μητρὸς τῆς

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
