# Progymnasmata 86.1

Nicolaus, Progymnasmata, 86.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/86.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/86.1

Ἀγαρίστης, ἡ δι’ ἐνυπνίου προεῖπεν ὁ θεός, ὅτι λέοντα τέξεται, ἡ ἐπὶ τῆς Κύρου μητρὸς τὸ ἐπὶ τῇ ἀμπέλῳ τε καὶ τῇ ἐπικλύσει τῇ ἐκ τοῦ ὀνείρου θρυλούμενον· πολλὰ δ’ ἡμῖν καὶ ἄλλα τοιαῦτα παραδέδοται, οἷον ἐπὶ Εὐαγό- 5 ρου τοῦ Κυπρίων βασιλέως καὶ ἐπὶ ἑτέρων. εἶτα μετὰ ταῦτα εἰπεῖν παραληψόμεθα τὰ ἐκ τῆς ἀνατροφῆς, ἂν ἔχωμέν τι περὶ αὐτῆς εἰπεῖν ἐξαιρετον καὶ οἷον μὴ ἑτέροις γέγονεν, ὡς ἐπὶ τοῦ Ἀχιλλέως, ὅτι μυελοῖς ἐτράφη ἑλάφων καὶ ὅτι ὑπὸ τοῦ Χείρωνος καὶ τὰ κατὰ μέρος <ἐπ’> αὐτῷ λεγόμενα. μετὰ ταῦτα, ἅπερ ἐν τῇ νέᾳ ἡλικίᾳ ἐπε- 10 τήδευσεν, οἷον εἰ ῥητορικὴν ἠσκήσεν ἢ ποιητικὴν ἢ ἄλλο τι τοιοῦτον. εἶτα ἐπὶ τούτοις τὰ ὑπ’ αὐτοῦ πεπραγμένα. κἀνταῦθα, μᾶλλον δὲ ἐν πᾶσι τοῖς μέρεσιν, ἵνα μὴ ὑπιος ὁ λόγος γίγνηται, εἰ καὶ ἀρμόζειν πῶς τοῖς πανηγυρικοῖς ἡ ὑπιότης δοκεῖ, ὅμως, ἵνα μὴ πάντῃ ἐκ- 15 λύεται μόνην μνήμην ποιουμένων ἡμῶν φιλήν καὶ ἀνέξεργαστον, πειρασόμεθα εἰς ἀρετὰς ἀναφέρειν τὰς πράξεις καὶ ἐπάγειν κατὰ μέρος τὰς συγκρίσεις· οὕτω γὰρ ἡ τε ὑπιότης διαλύεται καὶ ἐναγώνιος ὁ λόγος κατασκευάζεται. καὶ εἴ που τι ἑλάττωμα ἔχει, καὶ τοῦτο πειρασόμεθα 20 περιστεῖλειν εὐφημοτέροις λόγοις, τὴν δειλίαν εὐλάβειαν

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
