# Progymnasmata 87.1

Nicolaus, Progymnasmata, 87.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/87.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/87.1

ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ (ΕΓΚΩΜΙΟΝ, ΨΟΓΟΣ) καὶ προμήθειαν καλοῦντες, τὸ δὲ θράσος ἀνδρείαν καὶ εὐψυχίαν, καὶ ὅλως ἀεὶ πάντα ἐπὶ τὸ κάλλιον ἐργαζόμενοι. ὅπερ δὲ εἶπον, πανταχοῦ δεῖ τὰς συγκρίσεις ἐπάγειν, τὴν ὑπὲρ μέτρον ὑπιότητα διαφεύγοντας, καὶ ἐπὶ τὰς τῶν ἀρετῶν ἐξετάσεις ἰέναι, ἵνα ἐμψυχος ὁ λόγος γένηται. — Ζητητέον δέ, εἰ ἀντίθεσιν ἐπιδέχεται τὸ ἐγκώμιον. εἰ γὰρ δεῖ ὁμολογουμένων ἀγαθῶν βάσανον γίνεσθαι, οὐκέτι ὁμολογηθήσεται τὰ ἔχοντα ἀντίθεσιν· εἰ δὲ ἐξ ἰδιαζούσης ὕλης ἐμπέσοι, ὁ ἀποκρύψαι οὐ· δυνάμεθα διὰ τὸ τὸν ἀκροατὴν αὐτὸ ζητεῖν, τῇ τε μεθόδῳ αὐτὰ καθαιρήσομεν καὶ τὰς λύσεις ἐπάζομεν ἰσχυροτέρας, ἵνα πανταχόθεν τὸ τῆς ἀντιθέσεως βλάβος λύηται. παραδείγματα δὲ τούτου παρὰ τε τῷ Ἀριστείδῃ καὶ τῷ Ἰσοκράτει ἐν τῷ Πανηγυρικῷ καὶ ἐν τῷ Βουσίριδι, ὧν μάλιστα τὴν ἐν τῷ Πανηγυρικῷ ἀντίθεσιν ζηλωτέον, ἐπειδή καὶ καλῶς λέλυται· ἡ γὰρ ἐν τῷ Βουσίριδι εἰσαχθεῖσα ἀσθενέστερον λελύσθαι δοκεῖ. ἐξ ἰδιαζούσης δὲ ὕλης ἐμπεσοῦσαι ἀντιθέσεις κανόνα εἴδει τούτῳ τῆς ῥητορικῆς καθολικὸν οὐ ποιήσουσιν.

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
