# Progymnasmata 97.1-7

Nicolaus, Progymnasmata, 97.1 to 97.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicolaus/progymnasmata/97.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicolaus/progymnasmata/97.1

ΠΡΟΓΓΜΝΑΣΜΑΤΑ (ΗΘΟΠΟΙΙΑ) ρος τιθεμένων [ἐν] διαιρέσει. Περὶ ἠθοποιίας. Τινὲς μετὰ τὴν σύγκρισιν εὐθὺς τὴν ἐκφρασιν τάξαντες, τὴν δὲ ἠθοποιίαν μετὰ τὴν θέσιν οὕτως ἔγραψαν· ‘καλῶς μετὰ τὴν θέσιν ἡ ἠθοποιία τέταχται· τρόπον γὰρ τινα ὁδός ἐστιν ἀπὸ τῆς θέσεως διὰ ταύτης ἐπὶ τὰς τελείας ὑποθέσεις. οἷον ἐστὶ τις θέσις, εἰ φιλοσοφητέον· αὕτη κατασκευάζεται δι’ ὧν εἴπομεν ἐργασιῶν ἐν τοῖς περὶ αὐτῆς λόγοις· ἐν δὲ τῇ ἠθοποιίᾳ ἔροῦμεν· γεωργὸς φιλοσοφεῖν τὸν υἱὸν προτρέπεται· προστεθεῖσα οὖν ἡ ἀποπειράμεθα δεικνύναι ἢ μειζονα, καὶ εἰς ἐπιλόγων τοῦ πατρὸς ποιότης οὕτω μὲν ἐποίησε τελείαν ὑπόθεσιν, ἐπειδή ἔτι λείπει τῇ περιστάσει, τελειοτέραν μέντοι ἔδειξεν ἢ κατὰ τὴν θέσιν’. καὶ οὕτω μὲν ἐκεῖνοι γεγράφασιν· ἀλλ’ ἡμεῖς τῷ κεκρατηκότι ἕθει ἐπόμενοι καὶ τὴν ἠθο- πάθη, ἐν οἷς καταπαύομεν τὰς ὑποθέσεις. Εἰ δὲ ἀνθῶν ἡμῖν ἢ φυτῶν ἢ τοιούτων ὅλως γίνοιτο ἢ ἀντεξέτασις, ἐξέσται ἡμῖν καὶ ἀνειμένη χρήσασθαι τῇ φράσει, ὥστε μηδὲ ἀναγκάζεσθαι διὰ πάντων τῶν κεφαλαίων εἶναι μηδὲ ζητεῖν παραιτήσεως τρόπους, τῆς ἀνειμένης φράσεως ἔχούσης ἄδειαν μὴ σφόδρα ἐπεσθαι τῇ τεχνῇ τῶν ἐγκωμίων τῶν διὰ τοῦ συντόνου χαρακτή-

---

Nicolaus, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002533.
