# Fragmenta 1

Nicomachus, Fragmenta, 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nicomachus-comic/fragmenta-2/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/nicomachus-comic/fragmenta-2/1

ὑποδεικνύεις μὲν ἧθος ἀστεῖον πάνυ καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. πῶς; ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας. ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων οὕτω τ’ ἐμισθώσω με; μὰ Δί’ ἐγὼ μὲν οὔ. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει μάγειρος οὐκ οἶσθ’. εἴσομαι δέ γ’, ἢν λέγῃς. τὸ γὰρ παραλαβόντ’ ὄψον ἠγορασμένον πότερον ἀποδοῦναι σκευάσαντα μουσικῶς διακόνου ‘στὶ τοῦ τυχόντος. Ἡράκλεις. ὁ μάγειρός ἐσθ’ ὁ τέλεος ἑτέρα διάθεσις. πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ, ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι ταύταις προσελθεῖν εὐθύς· ἀλλ’ ἔμπροσθε δεῖ ζωγραφίας ἧφθαι. ταὐτὰ καὶ μαγειρικῆς πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας, ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν, ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν. τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας ἐντεῦθεν εἴδει, παρακολουθήσας χρόνοις, πότ’ ἄωρός ἐσθ’ ἕκαστος ἢ πόθ’ ὥριμος. τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα· ἐνίοτε κρείττων γίνεται θνήνου βόαξ.

---

Nicomachus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002539.
