Ancient Greek · ~19 min
Dfhg-Source dfhg4_NONNOSUS
NONNOSUS, Fragmenta 1.1
Not analysed yet
Ἀνεγνώσθη Νοννόσου ἱστορία· ἐν ᾗ διαλαμβάνεται πρεσβεία αὐτοῦ πρός τε Αἰθίοπας καὶ Ἀμερίτας καὶ Σαρακηνοὺς τὰ ἰσχυρότερα τῶν τότε ἐθνῶν, ἔτι δὲ καὶ πρὸς ἄλλα ἀνατολικὰ ἔθνη. Ἰουστινιανὸς δὲ τὸ τηνικαῦτα τὴν Ῥωμαῖκὴν περιεῖπε πολιτείαν· φύλαρχος δὲ τῶν Σαρακηνῶν ἐχρημάτιζε Κάῖσος, ἀπόγονος Ἀρέθα, καὶ αὐτοῦ φυλάρχου γεγενημένου, πρὸς ὃν ὁ Νοννόσου πάππος ἐπρεσβεύσατο, παρὰ Ἀναστασίου τότε βασιλεύοντος ἀποσταλεὶς, καὶ τὰ πρὸς εἰρήνην ἐσπείσατο. Οὐ μὴν ἀλλὰ καὶ ὁ πατὴρ Νοννόσου (Ἀβράμης δ ̓ ἦν αὐτῷ ὄνομα) πρὸς Ἀλαμούνδαρον φύλαρχον Σαρακηνῶν ἐπρεσβεύσατο, καὶ δύο στρατηγοὺς Ῥωμαίων, Τιμόστρατον καὶ Ἰωάννην, νόμῳ πολέμου συλληφθέντας, ἀνεσώσατο, Ἰουστίνῳ δὲ τῷ βασιλεῖ τὴν τῶν στρατηγῶν διηκονεῖτο ἀνάρρυσιν. Ὁ μέντοι Κάϊσος, πρὸς ὃν ἐστέλλετο Νόννοσος, δύω γενῶν ἡγεῖτο τῶν παρὰ τοῖς Σαρακηνοῖς ἐπισημοτάτων, Χινδηνῶν καὶ Μααδηνῶν. Πρὸς τοῦτον δὴ τὸν Κάϊσον καὶ ὁ Νοννόσου πατὴρ, πρὶν ἢ Νόννοσον πρεσβεύειν αἱρεθῆναι, Ἰουστινιανοῦ πέμποντος, ἀπέσταλτο, καὶ εἰρηνικὰς ἔθετο σπονδάς· ὥστε καὶ τὸν υἱὸν Καΐσου (Μαυίας δὲ ἐκαλεῖτο) ὅμηρα λαβεῖν, καὶ πρὸς Ἰουστινιανὸν ἐς Βυζάντιον ἀποκομίσαι. Μεθ ̓ ὃν χρόνον ἐπρεσβεύσατο Νόννοσος ἐπὶ δυσὶ τούτοις, Κάϊσον, εἰ δυνατὸν, πρὸς βασιλέα ἀγαγεῖν, καὶ πρὸς τὸν τῶν Αὐξουμιτῶν ἀφικέσθαι βασιλέα· Ἐλεσβαᾶς δὲ τότε ἐκράτει τοῦ ἔθνους· καὶ πρὸς τούτοις καὶ εἰς τοὺς Ἀμερίτας παραγενέσθαι. Ἡ δὲ Αὔξουμις πόλις ἐστὶ μεγίστη καὶ οἷον μητρόπολις τῆς ὅλης Αἰθιοπίας· κεῖται δὲ μεσημβρινωτέρα καὶ ἀνατολικωτέρα τῆς Ῥωμαίων ἀρχῆς. Ὁ δὲ Νόννοσος πολλὰς μὲν ἐπιβουλὰς ἐθνῶν ὑποστὰς, πολλὰς δὲ θηρίων χαλεπότητας παρὰ τὴν ὁδὸν, καὶ πολλαῖς δυσχωρίαις καὶ ἀπορίαις πολλάκις περιπεσὼν, ὅμως καὶ τὰ δόξαντα ἐξετέλεσε καὶ σῶος τῇ πατρίδι ἀποδίδοται. Ὅτι Κάϊσος, Ἀβράμου πάλιν πρὸς αὐτὸν πρεσβεύσαντος, πρὸς τὸ Βυζάντιον παραγίνεται, καὶ τὴν ἰδίαν φυλαρχίαν Ἄμβρῳ καὶ Ἰεζίδῳ τοῖς ἀδελφοῖς διανειμάμενος, αὐτὸς τὴν Παλαιστινῶν ἡγεμονίαν παρὰ βασιλέως ἐδέξατο, πλῆθος πολὺ τῶν ὑποτεταγμένων αὑτῷ σὺν αὑτῷ ἐπαγόμενος. Ὅτι τὰ σανδάλια, φησὶ, νυνὶ λεγόμενα ἀρβύλας ἔλεγον οἱ παλαιοὶ, καὶ τὸ φακιόλιον φασώλιν. Ὅτι τῶν Σαρακηνῶν οἱ πλεῖστοι, οἵ τε ἐν τῷ Φοινικῶνι καὶ οἱ τοῦ Φοινικῶνος καὶ τῶν ὀνομαζομένων Ταυρηνῶν ὀρῶν ἐπέκεινα, ἱερόν τι χωρίον νομίζουσιν ὁτῳδὴ θεῶν ἀνειμένον, καὶ ἐνταῦθα συλλέγονται κατ ̓ ἐνιαυτὸν ἕκαστον δίς· ὧν τὴν μὲν τῶν πανηγύρεων αὐτῶν μὴν ὅλος μετρεῖ παρατείνων, σχεδόν που τοῦ ἔαρος κατὰ τὸ μέσον τελουμένην, ὅτε τὸν ταῦρον ὁ ἥλιος ἐπιπορεύεται· ἡ δὲ ἑτέρα πανήγυρις δυσὶ μησὶ παρατείνεται. Μετὰ θερινὰς τροπὰς ἄγουσι ταύτην. Ἐν ταύταις, φησὶ, ταῖς πανηγύρεσιν πᾶσαν ἄγουσιν εἰρήνην, οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας τοὺς ἐνδημοῦντας ἀνθρώπους· φασὶ δὲ ὅτι καὶ τὰ θηρία πρὸς τοὺς ἀνθρώπους, οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ πρὸς ἄλληλα. Λέγεται δὲ καὶ ἄλλα πολλὰ παράδοξα καὶ μύθων οὐδὲν διαλλάττοντα. Ὅτι διεστηκέκαι φησὶ τὴν Ἄδουλιν τῆς Αὐξούμεως πεντεκαίδεκα ἡμερῶν ὁδὸν, ἀπιοῦσι δὲ εἰς τὴν Αὔξουμιν Νοννόσῳ τε καὶ τοῖς μετ ̓ αὐτοῦ μέγιστον ἐφάνη θέαμα περὶ χωρίον Αὔην προσονομαζόμενον· κεῖται δὲ ἡ Αὔη ἐν μέσῳ τῆς τε τῶν Αὐξουμιτῶν καὶ τῆς τῶν Ἀδουλιτῶν πόλεως· ἐλεφάντων πλῆθος οὐκ ὀλίγον, ἀλλὰ σχεδὸν ὡς χιλιάδων πέντε· ἐνέμοντο δὲ οὗτοι οἱ ἐλέφαντες ἐν πεδίῳ μεγάλῳ, καὶ πελάζειν αὐτοῖς οὐδενὶ τῶν οὖν μεταξὺ τὸ θέαμα αὐτοῖς προσεγεγόνει. Χρὴ δὲ καὶ τὰ περὶ τῆς κράσεως τῶν ἀέρων εἰπεῖν, οἶα ἀπὸ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν διαδέχεται· ἐναντίως γὰρ περί τε θέρος καὶ χειμῶνα διάκειται. Τοῦ γὰρ ἡλίου τὸν καρκίνον τε καὶ λέοντα καὶ παρθένον διερχομένου, μέχρι μὲν τῆς Αὔης, ὥσπερ καὶ παρ ̓ ἡμῖν, θέρος τε καὶ ξηρότης διακρατεῖ τὸν ἀέρα· ἀπὸ δὲ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν καὶ τὴν ἄλλην Αἰθιοπίαν χειμὼν ἐπίκειται σφοδρός· οὐ δι ̓ ὅλης ἡμέρας, ἀλλὰ γὰρ ἀπὸ μεσημβρίας ἀρχόμενος ἑκάστοτε, συννεφῆ τε τὸν ἀέρα ποιῶν, καὶ ὄμβροις ῥαγδαίοις τὴν χώραν ἐπικλύζων. Τηνικαῦτα δὲ ἄρα καὶ ὁ Νεῖλος πολὺς ἐπὶ τὴν Αἴγυπτον ἐρχόμενος πελαγίζει τε καὶ κατάρδει τὴν γῆν. Ὅτε δὲ ὁ ἥλιος τὸν αἰγόκερών τε καὶ ὑδροχόον καὶ ἰχθύας ἐπιπορεύεται, ἀνάπαλιν ὁ ἀὴρ τοῖς μὲν Ἀδουλίταις μέχρι τῆς Αὔης ὄμβροις ἐπικλύζει τὴν χώραν, τοῖς δὲ ἀπὸ τῆς Αὔης μέχρι Αὐξούμεως καὶ τῆς ἄλλης Αἰθιοπίας θέρος τε, καὶ τὰ ὡραῖα τηνικαῦτα τούτοις ἡ γῆ παραδίδωσιν. Ὅτι ἀπὸ τῆς Φαρσὰν πλέοντι τῷ Νοννόσῳ ἐπὶ τὴν ἐσχάτην τῶν νήσων κατηντηκότι τοιόνδε τι συνέβη, θαῦμα καὶ ἀκοῦσαι. Ἐνέτυχε γάρ τισι μορφὴν μὲν καὶ ἰδέαν ἔχουσιν ἀνθρωπίνην, βραχυτάτοις δὲ τὸ μέγεθος καὶ μέλασι τὴν χρόαν, ὑπὸ δὲ τριχῶν δεδασυσμένοις διὰ παντὸς τοῦ σώματος· εἵποντο δὲ τοῖς ἀνδράσι καὶ γυναῖκες παραπλήσιαι, καὶ παιδάρια ἔτι βραχύτερα τῶν παρ ̓ αὐτοῖς ἀνδρῶν· γυμνοὶ δὲ ἦσαν ἅπαντες, πλὴν δέρματί τινι μικρῷ τὴν αἰδῶ περιεκάλυπτον οἱ προβεβηκότες ὁμοίως ἄνδρες τε καὶ γυναῖκες. Ἄγριον δὲ οὐδὲν ἐπεδείκνυντο οὐδὲ ἀνήμερον, ἀλλὰ καὶ φωνὴν εἶχον μὲν ἀνθρωπίνην, ἄγνωστον δὲ παντάπασι τὴν διάλεκτον τοῖς τε περιοίκοις ἅπασι καὶ πολλῷ πλέον τοῖς περὶ τὸν Νόννοσον. Διέζων δὲ ἐκ θαλαττίων ὀστρέων καὶ ἰχθύων τῶν ἀπὸ τῆς θαλάττης εἰς τὴν νῆσον ἀπορριπτομένων· θάρσος δὲ εἶχον οὐδὲν, ἀλλὰ καὶ ὁρῶντες τοὺς καθ ̓ ἡμᾶς ἀνθρώπους ὑπέπτησσον, ὥσπερ ἡμεῖς τὰ μείζω τῶν θηρίων.