Ancient Greek · ~9 min
Book 1, lines 1.137-1.198
Nonnus of Panopolis, Διονυσιακά 1.137-198
Not analysed yet
ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη·
Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.
ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι
φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,
καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν
Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ
Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης
καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν
καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ
πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων
Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.
καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης
ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς,
ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·
συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ
πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,
καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας
οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.
ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου
τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων
ἄξονι κεκλιμένης λοφίην ἀνεσείρασεν Ἄρκτου
Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοψε Βοώτην,
ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δʼ ὑπὸ κυκλάδι νύσσῃ
πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης·
εἴρυσεν ἠριγένειαν, ἐρυκομένοιο δὲ Ταύρου
ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη·
καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων
ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη.
οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ
εἰς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη·
καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος
νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,
καὶ διδύμους ἐπὶ πόντον ἀπʼ αἰθέρος Ἰχθύας ἕλκων
κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.
ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς
ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν
ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
Ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης
ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας
δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ
λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης
ἰσοτύπου ταύροιο δράκων κυκλοῦτο κεράστης,
οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην·