Ancient Greek · ~7 min
Book 1, lines 1.250-1.298
Nonnus of Panopolis, Διονυσιακά 1.250-298
Not analysed yet
καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
Τοξευτὴρ βέλος ἧκεν· ἁμαξαίῳ δʼ ἐνὶ κύκλῳ
μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις
αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης·
γείτων δʼ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης·
γούνατι δʼ Εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ
φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.
Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ·
καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
εἰς σκοπέλους μετένασσε, μετʼ αἰθέρα πόντον ἱμάσσων·
νισσομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ
φαίνετο γυμνωθεῖσα διʼ ὕδατος ἄβροχος ὀσφύς,
καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ·
νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
Ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ
ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ
ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ·
πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντῳ,
γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης
ἀκλύστοις λαγόνεσσιν· ἐμυκήσαντο δὲ φῶκαι,
καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ·
καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων
πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,
καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.
οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ
οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς
ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων.
πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ
ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ
ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ.
καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς
χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ
νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης
ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας·
μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.
καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ·
ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων
χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς
βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.