# Διονυσιακά 1.299-343

Nonnus of Panopolis, Διονυσιακά, Book 1, lines 1.299-1.343. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/1.299

ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς
βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ
ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
ἀστεροπὴ δʼ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ
μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·
καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
οὐρανίου ποθέοντες ἐθήμονα χεῖρα φορῆος.
ὡς δʼ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ
ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ
χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
οἰστρηθεὶς δʼ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,
προσθιδίους προβλῆτας ἐκούφισε γούνατα πάλλων,
καὶ λόφον ᾐώρησεν, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων
μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.
ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,
τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς
ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.
καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη
ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν·
Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς
Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.
αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·
τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.
ὡς Νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,
μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,
μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος
Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ.
Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,
ὅττί σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ
ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ.
Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ,
μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,
καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ
ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω;
ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
Αργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
