# Διονυσιακά 1.46-92

Nonnus of Panopolis, Διονυσιακά, Book 1, lines 1.46-1.92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/1.46

Σιδονίης ποτὲ ταῦρος ἐπʼ ᾐόνος ὑψίκερως Ζεὺς
ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ
καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
κυκλώσας παλάμας περὶ, γαστέρα δίζυγι δεσμῷ,
βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς
κυρτὸν ὑποστορέσας λοφίην ἐπιβήτορι κούρῃ,
δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου
πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη
δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ
ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης
ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν ἐννοσιγαίου
ἢ λοφίῃ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην·
καὶ πλόον εἰλιπόδην ἐπεθάμβεε κυανοχαίτης,
τρίτων δʼ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων
ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ
ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα
θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον· ἀκροβαφῆ δὲ
ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,
καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης
πηδάλιον κέρας ἔσχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
καὶ δολόεις Βορέης γαμίῃ δεδονημένον αὔρῃ
φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ
ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ.
ὡς δʼ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,
ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,
καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χεὶρ
νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης
ἡμιφανὴς πεφόρητο διʼ ὕδατος ὑγρὸς ὁδίτης,
κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου
δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·
ὣς ὅ γε νῶτον ἄειρε· τιταινομένοιο δὲ ταύρου
βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ,
καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων
Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης
εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ
παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ
ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα.
καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ
οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην
οὐρανίης ὤδινεν ἀπʼ αὔλακος ἔγκυον ὕδωρ·
καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης
κούρη φόρτος ἔην καὶ ναυτίλος. εἰσορόων δὲ
μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης
τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
