# Διονυσιακά 1.482-534

Nonnus of Panopolis, Διονυσιακά, Book 1, lines 1.482-1.534. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/1.482

ἀλλʼ ὅτε δὴ γίνωσκεν ἑκούσιον εἰς λίνον ἄγρης
νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης
τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,
κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·
Βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·
εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω
ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;
καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ
χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ
υἱέι νικηθέντι φέρων χάριν· εἰ δὲ ποθʼ εὕρω
νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων
θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·
καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ,
ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω
τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,
ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας
στήσω, καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.
ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ
μοῦνον ἔα κλυτότοξον, ὅπως περὶ δεῖπνα τραπέζης
δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,
τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων.
Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ
Φοίβου κῶμον ἄγοντος ἤ ὑμετέροιο νομῆος
θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.
ἔννεπε· καὶ χαροπῇσιν ἐπʼ ὀφρύσι νεῦσε Τυφωεύς,
καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων
ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας
νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,
νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.
καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν·
καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν
ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,
Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ
λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,
θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,
λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων
ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς.
θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,
καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·
καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ
ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,
καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ
σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει
αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ
θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν,
οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὥς ὅ γε Κάδμῳ
θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
