# Διονυσιακά 1.93-136

Nonnus of Panopolis, Διονυσιακά, Book 1, lines 1.93-1.136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/1.93

Ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων
νήχεται ἀτρυγέτοιο διʼ ὕδατος ἀγρονόμος βοῦς;
μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου
ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης;
παπταίνω κατὰ κῦμα νόθον πλόον· ἦ ῥα Σελήνη
ἄζυγα ταῦρον ἔχουσα μετʼ αἰθέρα πόντον ὁδεύει,
ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;
οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς
ἔλλαχεν—ἰχθυόεν γὰρ ἔχει δέμας—, ἀντὶ δὲ γυμνῆς
ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην
Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.
εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ
γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης,
καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης
γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,
νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων,
χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων.
ταῦρε, παρεπλάγχθης μετανάστιος· οὐ πέλε Νηρεὺς
βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,
οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ
ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ
πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ·
αὔλακας οὐ σπείρουσιν ὀπάονες ἐννοσιγαίου,
ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,
ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη.
ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ
ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;
ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην
ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;
μὴ δόλον ἄλλον ὕφηνε πάλιν μετὰ δέμνια Τυροῦς,
ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθʼ ὑδατόεις παρακοίτης
χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;
τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης
θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη,
καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·
Κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ,
εἰ βόες εἰσαΐουσιν· ἀμείλιχε, φείδεο κούρης.
εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι
Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ
ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ.
μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.
ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
δέξό με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή,
μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
