Ancient Greek · ~7 min
Book 10, lines 10.50-10.98
Nonnus of Panopolis, Διονυσιακά 10.50-98
Not analysed yet
ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης
εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,
υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ
τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,
ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,
θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων
ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.
χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων
παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ·
καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ
φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου
αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,
ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,
παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,
μητέρα μαστεύων, στροφάδας δʼ ἐλέλιζεν ὀπωπάς.
οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ
ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ
κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ
νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην,
στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,
εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ,
φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.
Παππάζων δʼ ἰάχησεν ἑὸς πάις, οὐδέ τις αὐτῷ
ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ
ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων
ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ·
καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην
Λευκοθέη πεφάτιστο φερώνυμος· ἐκ δὲ μελάθρου
αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων
ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.
ἀλλʼ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης
ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ
ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ
παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,
μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·
Καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου·
ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ·
ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ
μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ
σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.
τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις;
ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου;
τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών;
τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει;
ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη,
λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ.
οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ,
οἶδα, πόθεν· νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει,
ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη.