# Διονυσιακά 10.99-147

Nonnus of Panopolis, Διονυσιακά, Book 10, lines 10.99-10.147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/10.99

ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων
ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα
Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς
χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι
υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης·
αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ
ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ.
δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου
νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω
αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ.
σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς
παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης.
δέξό με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ,
χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην·
δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ.
ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν
ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων,
ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης·
μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην
ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη
μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.
ὣς φαμένη τρομεροῖσιν ὑπʼ ἴχνεσιν ἥλατο πόντῳ
κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ
πεπταμέναις παλάμῃσιν ἐδέξατο κυανοχαίτης
δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει
ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ
Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης.
τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου,
ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα
γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν·
Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου·
εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης
ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης
ἀντʼ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ
νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης.
σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν
ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω
οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.
τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη
γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς.
τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,
εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης,
ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ
φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην
ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ
Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ
Πακτωλὸς κελάρυζε, χέων χρυσόσπορον ὕδωρ
πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων
ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
