Ancient Greek · ~7 min
Book 11, lines 11.43-11.90
Nonnus of Panopolis, Διονυσιακά 11.43-90
Not analysed yet
ὣς εἰπὼν πεφόρητο διʼ ὕδατος· ἐκ δαπέδου δὲ
ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ·
καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπʼ ἄκρου
νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο.
καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα
ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις
στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων
ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης,
πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ,
πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσῃ
ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ·
ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων,
ὑγροπόρῳ ταχύγουνος ἑκούσιος ὤπασε νίκην.
καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης
ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηίδι νίκῃ.
καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ
φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου·
πολλάκι δʼ αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα,
δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας,
πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ,
στικτὸν ἔχων χροῒ πέπλον· ὀρεσσαύλῳ δʼ ἐνὶ δίφρῳ
πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα
γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν·
πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου
θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην,
πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν,
ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων,
ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων.
καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν,
εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ,
μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν·
Πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη;
μίμνέ μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ·
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ
κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω.
πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου,
μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης·
μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.
ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ
οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παῖζεν.
ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ
ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ
ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων
ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης,
καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων
σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ
κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ
ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης·