# Διονυσιακά 11.495-521

Nonnus of Panopolis, Διονυσιακά, Book 11, lines 11.495-11.521. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/11.495

ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην
ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου
εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ,
ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου
ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν
διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ·
ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη,
καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις
δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης
ἄγγελον ἀμητοῖο, δέμας δʼ ἐσφίγγετο κούρη
ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ
φαίνετο λεπταλέοιο διʼ εἵματος ὄργια μηρῶν,
καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου
θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί·
ἄλλη δʼ εὐαρότοιο προηγήτειρα χορείης
θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ
ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου,
καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης
καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα
φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην·
οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις
βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης,
οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ
πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης,
οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης·
ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ
εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
