# Διονυσιακά 11.91-137

Nonnus of Panopolis, Διονυσιακά, Book 11, lines 11.91-11.137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/11.91

σπονδῆς δʼ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ
λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις,
οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ
Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ.
ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην
πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν
διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου
ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου.
ἔμπης δʼ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ
εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης.
καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ
οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων.
πολλάκι καὶ βρομίοιο παρεζομένοιο τραπέζῃ
ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,
καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου
καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς,
Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ
χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ
εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας
ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ·
ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν
οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων.
καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη
οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,
ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ
Αμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ,
μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου·
Σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει·
ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου
θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις.
δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, χεῖρα τιταίνων
θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ·
ποῖον ἔχεις τόδε δῶρον ἀπʼ εὐθύρσοιο Λυαίου;
πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης
σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ
Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.
ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,
πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου
ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·
ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην
ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ
αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης
Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου·
ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν, ὄρνις Ἐρώτων,
σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
