# Διονυσιακά 12.197-237

Nonnus of Panopolis, Διονυσιακά, Book 12, lines 12.197-12.237. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/12.197

καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ,
βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ,
χερσὶ περιπλεκέσσι μέθης ὠδῖνα πιέζων
πορφυρέης ἀνέφηνε νεόρρυτον ὄγκον ὀπώρης,
καὶ γλυκερὸν ποτὸν εὗρε· οἰνοχύτου Διονύσου
λευκὰ διαινομένων ἐρυθαίνετο δάκτυλα χειρῶν.
καὶ δέπας ἀγκύλον εἶχε βοὸς κέρας· ἡδυπότου δὲ
χείλεσιν ἀκροτάτοισιν ἐγεύσατο Βάκχος ἐέρσης,
γεύσατο καὶ καρποῖο, καὶ ἀμφοτέροις φρένα τέρπων
μῦθον ἀγηνορέοντος ἀνήρυγεν ἀνθερεῶνος·
Ἀμβροσίην καὶ νέκταρ ἐμοῦ Διός, Ἄμπελε, τίκτεις·
ἔρνεα δισσὰ φέρων πεφιλημένα καρπὸν Ἀπόλλων
οὐ φάγε δαφνήεντα καὶ οὐ πίεν ἐξ ὑακίνθου·
οὐ στάχυς ὠδίνει γλυκερὸν ποτόν· ἵλαθι, Δηώ·
εἶδαρ ἐγὼ μερόπεσσι καὶ οὐ πόμα μοῦνον ὀπάσσω.
Ἄμπελε, καὶ σέο πότμος ἐπήρατος· ἦ ῥα καὶ αὐτῆς
εἰς σὲ καὶ εἰς σέο κάλλος ἐθηλύνθη λίνα Μοίρης,
εἰς σὲ καὶ οἰκτίρμων Ἀίδης πέλεν, εἰς σέ καὶ αὐτὴ
Περσεφόνη τρηχεῖαν ἑὴν ἤμειψε μενοινήν,
καὶ σὲ νέκυν ζώγρησε κασιγνήτῳ Διονύσῳ.
οὐ θάνες, ὡς τέθνηκεν Ἀτύμνιος· οὐ Στυγὸς ὕδωρ,
οὐ φλόγα Τισιφόνης, οὐκ ἔδρακες ὄμμα Μεγαίρης·
ζώεις δʼ εἰσέτι, κοῦρε, καὶ εἰ θάνες· οὐδέ σε Λήθης
κρύψεν ὕδωρ, οὐ ξυνὸς ἔχει τάφος· ἀλλὰ καὶ αὐτὴ
μορφὴν ὑμετέρην ᾐδέσσατο γαῖα καλύψαι·
ἀλλὰ φυτόν σε τέλεσσε πατὴρ ἐμὸς υἷα γεραίρων,
σὸν δέμας εἰς γλυκὺ νέκταρ ἄναξ ἤμειψε Κρονίων.
οὐ φύσις, ὡς γραπτοῖσι Θεραπναίοισι κορύμβοις,
αἴλινον ἀκλαύτοισι τεοῖς ἐχάραξε πετήλοις·
χροιὴν δʼ ὑμετέρην καὶ ἐν ἔρνεσι, κοῦρε, φυλάσσεις·
σῶν μελέων ἀκτῖνα τεὴ κήρυξε τελευτή·
οὔ πώ σε προλέλοιπεν ἐρευθαλέη σέο μορφή.
ἀλλά τεοῦ θανάτου τιμήορος οὔ ποτε λήξω
θυομένῳ τεὸν οἶνον ἐπισπένδων ὀλετῆρι
ἀνδροφόνῳ. σὺ δὲ μῶμον Ἁμαδρυάδεσσιν ἀνάπτεις
σοῖς ἐρατοῖς πετάλοισιν· ἀπʼ εὐόδμων δὲ κορύμβων
ἰκμάδες ὑμετέρων με περιπνείουσιν Ἐρώτων.
καρπὸν ἐγὼ μήλοιο πότε κρητῆρι κεράσσω;
νεκταρέῳ πότε σῦκον ἐπιστάξαιμι κυπέλλῳ;
σῦκον ὁμοῦ καὶ μῆλον ἕχει χάριν ἄχρις ὀδόντων.
οὐ δύναται φυτὸν ἄλλο τεαῖς σταφυλῇσιν ἐρίζειν·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
