# Διονυσιακά 13.253-303

Nonnus of Panopolis, Διονυσιακά, Book 13, lines 13.253-13.303. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/13.253

μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων,
ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,
ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων
αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ
ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης·
ἀμφοτέροις δʼ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου·
ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων
ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης,
ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης
δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης·
καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐ δὲ τετάρτου
κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,
καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου
ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης
εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου·
καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπʼ ἄλλῳ
ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,
εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου·
Ζεὺς δὲ μελιρραθάμιγγος ἐθάμβεεν ἔργα μελίσσης,
δαιδαλέην δʼ ὠδῖνα φιλοσμήνου τοκετοῖο,
δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ
ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.
ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν,
ὄψιμος εὐνήσας πρότερον χόλον ἅρπαγος ἥβης,
ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην·
οὐ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ,
οὔ πω δʼ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης
Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην,
οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην
Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο
ἐννύχιον πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ
θερμὸν ἀκοντίζοντα διʼ αἰθέρος αἴθοπι λαιμῷ
ἄσθμασι λεπταλέοισι καταψύχουσι ἀῆται·
ἀλλʼ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ
λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,
οἵ τʼ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου
καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην
Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην
Παρρασίην τʼ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης
ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,
καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα,
Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,
οἵ τʼ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ
Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων
στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην·
τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ
ἀνδράσι μαρναμένοις νομάδας κύνας εἰς μόθον ἕλκων,
τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη,
Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη,
ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων
ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
