# Διονυσιακά 13.47-109

Nonnus of Panopolis, Διονυσιακά, Book 13, lines 13.47-13.109. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/13.47

οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω
οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ,
ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνων
ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω
εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται
πλαγκτοσύνης καλέουσιν ἀρηγόνα κυανοχαίτην.
πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου,
Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,
πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσας·
Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον οἳ χθόνα Θήβης
ᾤκεον εὐπύργοιο καὶ ἔνδιον ἐννοσιγαίου
Ὀγχηστόν, Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρύθρας,
Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,
οἵ τε Μίδειαν ἔναιον, ἀειδομένας τε πολίχνας
Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,
ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,
καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα
κώπας τʼ, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω
ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην,
καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,
σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,
καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,
ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,
Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
ὑδρηλήν θʼ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο
χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,
οἵ τʼ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,
Βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην
ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελοι Ἄσκρην,
πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,
γραίης θʼ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,
Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,
καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·
τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης
Ἀκταίων πρόμος ἦεν, ἐπʼ ἠιθέοιο δὲ νίκῃ
πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων
Βοιωτῶν δʼ ἑτέροιο προηγεμόνευεν ὁμίλου
εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ὑπήνην,
ἀρτιθαλής Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ
κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ,
εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς,
νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων
σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.
τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην,
ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν,
δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην·
καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
οἵ τʼ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει
Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων,
οἵ θʼ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης,
ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,
ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων
Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,
εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις
εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων,
αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης,
καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο Γαίης,
οἵ τʼ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,
Αὐλίδα πετρήεσσαν, ἐδέθλιον ἰοχεαίρης,
ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ
δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης,
καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ
ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
