# Διονυσιακά 14.361-410

Nonnus of Panopolis, Διονυσιακά, Book 14, lines 14.361-14.410. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/14.361

ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης
ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ·
καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ
ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,
μείλιχα συρίζοντα, φιλακρήτοιό τε κούρης
ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·
ἄλλη ταρσὰ φέρουσα κατʼ οὔρεα γυμνὰ πεδίλων,
ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,
θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ
καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,
καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ
ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ
φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
ἄλλη δʼ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης
ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,
καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς
ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην·
ἄλλη δʼ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι
παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης
τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·
οὐ σκοπιὴν δʼ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.
πολλὴ δʼ ἔνθα καὶ ἔνθα παρʼ Ἀστακίδος στόμα λίμνης
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.
δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ
τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ·
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,
οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,
πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν·
Βάκχη δʼ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν
Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳ
Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·
Στησιχόρη δʼ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ
κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.
καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,
σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δʼ αὐλὸς Ἐνυοῦς,
Βασσαρίδες δʼ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ
βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ
ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.
καὶ πολὺς ἑσμὸς ἔπιπτεν· ὅλη δʼ ἐρυθαίνετο λύθρῳ
ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης
αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
