Ancient Greek · ~4 min
Book 14, lines 14.411-14.437
Nonnus of Panopolis, Διονυσιακά 14.411-437
Not analysed yet
Ἀντιβίους δʼ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ
καὶ προχοαῖς κατέχευε μέθης γέρας, ἐκ δὲ ῥοάων
χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,
καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων
ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι·
ὄχθαι ἐφοινίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ
τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·
Ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν, οὐ γλάγος αἰγῶν
ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ,
οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις
βουβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ·
ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.
ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ,
βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ
λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης·
καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα,
τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ
καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.
ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα
Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων,
ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο
Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.
δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.
ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γὰρ
κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου
νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.