# Διονυσιακά 15.103-159

Nonnus of Panopolis, Διονυσιακά, Book 15, lines 15.103-15.159. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/15.103

καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης,
ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, ὁ δὲ πτελέης ὑπὸ θάμνῳ,
ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ,
λαιὴν ὀφρυόεντι βαλὼν ἐπὶ χεῖρα μετώπῳ·
καὶ πολὺς ἑσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων
ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς
οἰνοβαρὴς· ἕτερος δὲ τινασσομένοιο καρήνου
γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης·
τὸν δὲ βαρὺ κνώσσοντα βαθυστρώτων ἐπὶ λέκτρων
ἀκροκόμου φοίνικος ἢ εὐώδινος ἐλαίης
ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ·
καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετάνυστο κονίῃ,
ἄκρα ποδῶν προχοῇσι κατακλύζων ποταμοῖο·
ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ,
καὶ κεφαλὴν βαρύθουσαν ἐπέτρεπε γείτονι πεύκῃ·
ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου.
καὶ δηίους κνώσσοντας ἰδὼν γελόωντι προσώπῳ
Βάκχος ἄναξ ἀγόρευε, χέων σημάντορα φωνήν·
Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου,
νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν
πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι·
καὶ βριαρῷ γόνυ δοῦλον ὑποκλίνας Διονύσῳ
Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδει Ῥείῃ,
σείων οἴνοπα θύρσον, ἀπορρίψας δὲ θυέλλαις
ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις,
καὶ κεφαλὴν στέψειεν ἐμῷ κισσώδεϊ δεσμῷ,
γυμνώσας πλοκαμῖδας ἀερσιλόφου τρυφαλείης,
καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ δούριον ἠχὼ
εὔιον ἀείσειε κορυμβοφόρῳ Διονύσῳ.
ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν ὁ μὲν αὐτῶν
αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας
εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,
ἄλλος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνης
ἄνδρα βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος·
καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ
ἀνέρα δουρίκτητον ἀδέσμιον εἷλκεν ἐθείρης·
ἄλλος ὁμοπλέκτους παλάμας περί νῶτα καθάψας
δήιον εἱλικόεντι λύγων μιτρώσατο δεσμῷ
αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ
ὤμῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων·
ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,
δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων·
ἄλλου κεκλιμένοιο φιλεύιος ἑσμὸς ἀλήτης
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ λοφίης ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·
καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης
Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι.
καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος
Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,
Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης
τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου
δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς
ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος
θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,
ἰσχία μαστίζουσα δορικτήτων ἐλεφάντων·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
