# Διονυσιακά 15.160-207

Nonnus of Panopolis, Διονυσιακά, Book 15, lines 15.160-15.207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/15.160

καὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην
ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ
κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς
τεύχεσιν ὑπναλέοιο καταυγάζοντα φορῆος·
καὶ νέος ἠκόντιζεν ἐν ἔντεσιν ὄλβιον αἴγλην,
ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχηταῖς,
ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων, Διομήδης.
ἄλλους δʼ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,
νήδυμον ὕπνον ἔχοντας ὁμόστολον ἡδέος οἴνου.
ἔνθά τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,
παρθένος Ἀστακίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις
καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη,
ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης,
θῆρας ὀιστεύουσα καὶ ἰχνεύουσα κολώναις·
οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.
καί οἱ ἐνὶ σκοπέλοισιν ἐρημονόμῳ παρὰ πέζῃ
ἠλακάτη πέλε τόξον, ἀεὶ δέ οἱ ἔνδοθι λόχμης
μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί,
καὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης·
καὶ καθαρῇ συνάεθλος ὁμίλεεν ἰοχεαίρῃ,
καὶ λίνον ἐν σκοπέλοισιν ἀνέπλεκεν ἠθάδος ἄγρης
νήματος ἀσκητοῖο φιλαίτερον· οὔ ποτε τόξῳ
ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπτετο νεβροῦ,
δορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,
ἀλλὰ περιζεύξασα δαφοινήεντι χαλινῷ
γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων,
πολλάκι δʼ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου·
μέμφετο δʼ ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα
στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων
οὐτιδαναῖς ἐλάφοισιν ἑὴν ἔζευξεν ἀπήνην.
οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων
ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς
ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι
κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι·
πολλάκι δʼ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
πορδαλίων σχεδὸν ἧστο, μιῇ δʼ ὑπὸ κοιλάδι πέτρῃ
μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης·
ἡ δὲ γαληναίῃσιν ὑπʼ ὀφρύσι μειλιχίη θὴρ
ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,
καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ
ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης
χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι
εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου
αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ.
καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,
ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης·
οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης
ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
