# Διονυσιακά 15.52-102

Nonnus of Panopolis, Διονυσιακά, Book 15, lines 15.52-15.102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/15.52

μαίνετο δʼ ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης
ὃς μὲν ἑλὼν βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι
τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ
δίζυγον ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ·
ὃς δὲ πολυτρήτοιο βοῇ δεδονημένος αὐλοῦ
ἄστατος εἱλικόεντι ποδῶν βακχεύετο παλμῷ·
καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας
δίθροον ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ·
γηραλέου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ
γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης
ὄμβρῳ ἐερσήεντι διάβροχον, οἷα πιέζων
οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης.
ἄλλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις
ἄσχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ
ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων,
ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην·
καὶ παλάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς
ἀσπίδες ἐκρούοντο κυβιστητῆρι σιδήρῳ·
ἄλλος ὀπιπεύων θιασώδεος ὄργια Μούσης
μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην·
καί τις ἀρασσομένης ἀίων κελάδημα βοείης
μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ
ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,
λύσσαν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμος Ἰνδῶν
ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχην,
παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων,
σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ
χερσὶν ἐρωμανέεσσιν ἀπεσφρηγίσσατο μίτρην,
ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐξαπίνης γὰρ
ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων,
δυσμενέος δʼ ἤιξε κατʼ αὐχένος, ἀμφὶ δὲ δειρῇ
οὐραίαις ἑλίκεσσιν ἀνέπλεκε κυκλάδα μίτρην·
ταρβαλέοις δὲ πόδεσσι φυγὼν μελανόχροος ἀνὴρ
θερμὸν ἀνυμφεύτων ἀπεσείσατο κέντρον Ἐρώτων,
αὐχένιον φορέων ὀφιώδεος ὁρμὸν ἀκάνθης.
ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτρεχον Ἰνδοί,
τόφρα δὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖλον ἑλίξας
ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,
εὔνασε δʼ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ,
Πασιθέης γενετῆρι χαριζόμενος Διονύσῳ·
ὧν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ
ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων,
ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,
νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενος ὄχθῃ,
ἠματίοις δʼ ὀάριζε νοοπλανέεσσιν ὀνείροις
ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων·
πρηνὴς δʼ ἄλλος ἔην τετανυσμένος, εἶχε δὲ δισσὴν
χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ·
καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ
οἶνον ἀναβλύζων· ὁ δὲ καμπύλα γυῖα συνάπτων,
ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
