# Διονυσιακά 16.136-177

Nonnus of Panopolis, Διονυσιακά, Book 16, lines 16.136-16.177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/16.136

τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;
εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών
ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὅφρά κεν εἴης
πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.
δέξο καί ἣν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου,
νεβροφόνος δὲ γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν
ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην
πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.
ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,
τοῖον ἔπος βοόων· μένε, παρθένε, Βάκχον ἀκοίτην.
ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν
παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ·
ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.
εἰ δύνασαι γλαυκῶπιν ἢ Ἄρτεμιν εἰς γάμον ἕλκειν,
καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην·
εἰμί γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει
ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης,
καὶ νόον οὐ θέλξειας ἀπειθέος ἰοχεαίρης.
δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω
ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην.
μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.
οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ
μυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ.
υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,
καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω
σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ
χαλκείοις κεράμοισι μετʼ Ἄρεα καὶ σὲ φυλάξω,
ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης
ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.
χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης·
τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ
εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω
Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης
νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.
οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις·
εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἄν ἀκοίτην
ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλεϊ μορφῇ
εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δʼ ἐφυλάσσετο παστῷ
νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,
ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ἕδνον Ἐρώτων·
ἀλλʼ ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι, οὐδὲ καὶ αὐτὸν
πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
