# Διονυσιακά 16.321-368

Nonnus of Panopolis, Διονυσιακά, Book 16, lines 16.321-16.368. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/16.321

αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου·
αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω·
καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων
ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.
ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ
ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ
παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει.
φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν,
ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ
εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν.
μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων·
σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους
καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου
αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ
φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ.
νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν,
ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης
εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.
τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,
ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου.
καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς
ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ.
νύμφη δʼ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ,
ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,
ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ
ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς,
καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου
ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην
νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου,
κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν
μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης.
καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ
μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ·
ὤμοι παρθενίης, τήν ἥρπασεν Εὔιον ὕδωρ·
ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων·
ὤμοι παρθενίης, τήν ἥρπασε Βάκχος ἀλήτης.
ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή.
νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ
ὕπνος, Ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην.
παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις· ἀλλὰ καὶ αὐτὴ
τίπτέ μοι οὐ φυγόδεμνος ὅλον δέμας ἔννεπεν Ἠχώ;
τίπτέ μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,
οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη·
παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ;
ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς.
καί ποτε μὲν μενέαινε κατʼ αὐχένος ἆορ ἐρεῖσαι,
ἄλλοτε δʼ αὐτοκύλιστος ἀπʼ οὔρεος ἤθελε πίπτειν
ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
