Ancient Greek · ~6 min
Book 16, lines 16.369-16.405
Nonnus of Panopolis, Διονυσιακά 16.369-405
Not analysed yet
καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,
εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου
λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.
καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ
αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.
πολλάκι δʼ ὄμμα τίταινε διʼ οὔρεος, εἴ που ἐφεύροι
ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσον,
ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ
δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην
ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.
πολλάκι δʼ ἀθρήσασα διʼ οὔρεος ἴχνια Βάκχου
ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας·
πολλάκι δʼ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη.
ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·
ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.
καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς
χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ·
ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,
ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.
καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ
οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.
δίζετο δʼ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου
θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,
μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.
ἀρχαίην δʼ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,
αἰδομένη μετὰ λέκτρα φανήμεναι ἰοχεαίρῃ.
καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου
γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης
θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,
καὶ δρόμον ἐννεάκυκλον ἐπιστώσαντο Σελήνης·
ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,
ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς.
κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,
τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.
καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ
τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης
Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.