# Διονυσιακά 16.46-90

Nonnus of Panopolis, Διονυσιακά, Book 16, lines 16.46-16.90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/16.46

Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς,
ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ
ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη.
ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι·
εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς,
καί κεν ἐγὼ Τυρίοιο διʼ ὕδατος ὑγροπόρος βοῦς
ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων
ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δἐ
νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης
δεξιτερὴ πάνλευκος ἐμῆς δράξαιτο κεραίης.
ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω
κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,
ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω
αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.
οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ
νύμφῃ πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω,
μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω.
αἴθε πέλον νόθος ὄρνις ἐύπτερος, ὅττι καὶ αὑτὴ
παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.
μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων
ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης,
αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω
ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης·
ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην
χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.
τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ.
καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων
ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης,
καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας·
ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν·
μὴ σέο κάλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ
παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς·
ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ
ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην·
εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς,
ἀθρήσας δʼ ὑάκινθον ἴδον κυανόχροα χαίτην.
δέξό με θηρεύοντα συνέμπορον· ἣν δʼ ἐθελήσῃς,
αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω
ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,
αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ
δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων;
τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ
αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων.
οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ
Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
