# Διονυσιακά 16.91-135

Nonnus of Panopolis, Διονυσιακά, Book 16, lines 16.91-16.135. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/16.91

παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδεν ὕλη;
δῶν ἐρατῶν μελέων περιφείδεο, μηδʼ ἐπὶ πέτραις
ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι.
ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ὲν δὲ μελάθρῳ
αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω
δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω
φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης
γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις
νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου·
Μυγδονίης δʼ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω
γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἵη,
σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ἄπάσσω,
ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὕς ἀτιτάλλει
ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,
καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω·
καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω
ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὅς πάρος ἔγνω
καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης.
εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,
ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω,
καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι
κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης.
παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου
βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,
μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ,
μὴ πλοκάμους μυρόεντας ἀμαλδύνωσιν ἀῆται·
εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ὲν πετάλοις ὑακίνθου,
γείτονι σεῖο κάρηνον ἐρεισαμένη Διονύσῳ,
ἀθανάτοις πισύρεσσιν ὅπως ἕνα κῶμον ἀνάψῃς,
Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ.
ληιδίην δʼ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν
παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην
κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;
νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;
Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὸς
δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,
ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,
ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος ἰοχεαίρης,
εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ
Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης.
σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο
ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.
ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω
θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης
Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
