# Διονυσιακά 17.343-393

Nonnus of Panopolis, Διονυσιακά, Book 17, lines 17.343-17.393. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/17.343

καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου,
Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης·
τύμπανα δʼ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί·
κύμβαλα δʼ ἐκροτάλιζε, καὶ αὐχένα κύψε Λυαίῳ
Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δʼ ἐνὶ δέρματι νεβρῶν
ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων·
χαλκοβαρὴς δʼ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.
καί τις Ἀρειμανέων Σατύρων πρόμος ἀνέρα Βάλλων
εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος
χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ.
ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ
νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου
Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας,
ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου.
τόφρα δʼ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων
Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ.
τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην.
τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην
αἷμα περιθλίβων· κινυρὴν δʼ ἰήσατο Βάκχην
συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης,
ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.
ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ
εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων
αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην·
ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας
ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ,
ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων·
καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης
δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης,
χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα βάκχου·
ἄλλους δʼ οὐταμένους ἰήσατο φοιβάδι φωνῇ,
φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,
πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.
ὥς ὁ μέν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ
ἤδη βαρβαρόφωνος ἐπαύσατο θῆλυς Ἐνυώ.
καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς
Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα ταύρου
δυσμενέες νόστησαν ἐς Ἰνδῴης κλίμα γαίης
ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,
ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.
καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων
Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.
καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν,
ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,
Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.
καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,
χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δʼ ἅμα λαῷ
κυανέων πόμπευεν ἐρύκων τηλόθεν Ἰνδῶν,
κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,
Ἀρραβίης ἐπί πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ
ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
