# Διονυσιακά 17.48-96

Nonnus of Panopolis, Διονυσιακά, Book 17, lines 17.48-17.96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/17.48

ἀλλὰ θεὸς κατέρυκε· γέρων δʼ ἐπεπείθετο Βάκχου
νεύμασιν ἀτρέπτοισιν,ὄιν δʼ ἄψαυστον ἐάσας
ποιμενίην τινὰ δαῖτα θελήμονι θῆκε Λυαίῳ,
τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης,
οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου
κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας
ὥπλισεν Ἡρακλῆι· χύδην δʼ ἐπέβαλλε τραπέζῃ
εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης
Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,
πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,
ἰκμαλέον, τροχόεντα· θεὸς δʼ ἐγέλασσε δοκεύων
ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι
ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης
δαρδάπτων ἀκόρητος· ἀεὶ δʼ ἐμνώετο κείνης
εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης
μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.
καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης
ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.
ἀλλʼ ὅτε Βάκχος ἅναξ νομίης ἐκορέσσατο φορβῆς,
δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου
ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,
ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ,
καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ·
δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·
οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,
νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων
Ζῆνα μέγαν κατʼ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.
ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ
μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν
ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.
ὥς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης
μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην·
καί μιν ἅναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς
κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,
γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου,
βότρυος οἰνοτόκοιο νέους ὅρπηκας ἀέξειν.
Καλλείψας δὲ νομῆα κ ὶ ἀγριάδος ῥάχιν ὕλης
εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν·
καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων
ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις.
διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ,
Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης,
πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ,
λαὸν ἀολλίζων· βριαροὺς δʼ ἐμέθυσσε μαχητάς,
θερμοτέροις ἐς Ἄρηα νοήμασιν ἀνέρας ἕλκων
Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
