# Διονυσιακά 18.0-51

Nonnus of Panopolis, Διονυσιακά, Book 18, lines 18.0-18.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/18.0

ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει, εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.
ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη
Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,
οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου,
καὶ θρασὺν Ἰνδὸν Ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.
καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων
ὄργιά τʼ ἀμπελόεντα καὶ Εὔια θύσθλα Λυαίου
Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων
κοίρανος Ἀσσυρίων ἀνεμώκεος ὑψόθι δίφρου
ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.
τὸν μέν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην
πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων
βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος·
καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου
πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου·
καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,
θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων
καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίξατο μύθῳ·
πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,
πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ παῖδα παρέλθῃς.
ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων,
αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας
Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι,
καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης,
Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων
Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα,
δαιτρεύσας δʼ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν·
καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ,
μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ,
υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,
ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων.
ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα
ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην
νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων,
δήιον ἀμβροσίης καἰ νέκταρος ἄνδρα πιφαύσκων;
Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε Μακελλώ
καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσῃ
νῆσον ὅλην τριόδοντι διαρρήξας ἐνοσίχθων,
ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ.
καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,
εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·
δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καἰ γενετῆρι.
ὥς εἰπὼν παρέπεισεν· ἑῷ δʼ ἐποχήσατο δίφρῳ.
ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·
καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,
ταυρείην δʼ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων
ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ
Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις
χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία διφρου
ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης
θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,
πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
