# Διονυσιακά 18.102-151

Nonnus of Panopolis, Διονυσιακά, Book 18, lines 18.102-18.151. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/18.102

ἀμφιλαφεῖς δʼ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου.
κύμβαλα δʼ ἐπλατάγησε, παρʼ εὐκελάδῳ δὲ τραπέζῃ
Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ
συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης
διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ,
καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ὲν δʼ ἄπα μέσσῳ
οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν
ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,
ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων,
χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας
μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ
ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι, πέμπων
πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,
ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου
αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων,
δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι
γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,
οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,
οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ
ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,
γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.
καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα
Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσεν ἐέρση·
ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,
οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου·
καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ
ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ
πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις
θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.
καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ
βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·
καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι
ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ
μιτρώσας στεφανηδόν· ἐπʼ ἴχνεσι δʼ ἴχνος ἀμείβων
ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,
δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·
καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ,
καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ,
βότρυος ὀρχηστῆρος ἐπʼ αὐχένι πῆχυν ἐρείσας·
καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου
ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων
ὤμῳ ἐπαΐσσοντα· μέθη δʼ ἐχόρευε καὶ αὐτή.
πῆχυν ἐπικλίνουσα καὶ υἱέι καί παρακοίτῃ.
μεσσατίη Σταφύλου καὶ Βότρυος· ἧ δὲ νοῆσαι
τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης.
καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,
χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων
οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
