# Διονυσιακά 18.152-201

Nonnus of Panopolis, Διονυσιακά, Book 18, lines 18.152-18.201. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/18.152

καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν
ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην.
καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων
ἑσπερίην χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη
ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ
ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ,
δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ,
βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς·
καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη νὺξ
οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι.
οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης
βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ
κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων
ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις.
ἀλλʼ ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἅγγελος Ἠοῦς
ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην,
εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς,
ἐλπίδι νικαίῃ δεδονημένος· ἐννύχιος γὰρ
Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ,
ὑπναλέης μεθέπων ἀπατήλιον εἰκόνα χάρμης.
καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων
φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηιοτῆτος,
ὕπνον ἀποσκεδάσας πολεμήιον· εἶχε δὲ θυμῷ
μαντιπόλου φόβον αἰνὸν ἀπειλητῆρος ὀνείρου·
μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου
ἐσσομένων προκέλευθον, ὅτι θρασὺς ἔνδοθι λόχμης
δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ
Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου
εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης
κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν·
καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας
θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος,
αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν
μύστιδος ὲκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ,
κύμβαλα δʼ ὲν χθονὶ κεῖτο· μεταστρεφθεῖσα δὲ Βάκχη
δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις
σειρὴν ἀμπελόεσσαν ἐπισφίγξασα καρήνῳ,
ἀγχονίῳ δὲ λέοντος ἐπέπλεκεν αὐχένα δεσμῷ·
θηρὶ δὲ θῆλυς ὅμιλος ἐπέδραμεν ἄλλος ἐπʼ ἄλλῳ,
καὶ βλοσυροὺς ἐχάραξε πόδας καὶ χεῖρας ἀκάνθαις·
καὶ μόγις εἱλικόεντι περιζωσθέντα κορύμβῳ
Ἄρτεμις ἐζώγρησεν· ἀπʼ αἰθερίοιο δὲ κόλπου
ἀστεροπὴ πυρόεσσα καταΐξασα προσώπου
θῆρα παλινδίνητον ἐθήκατο τυφλὸν ὁδίτην.
τοῖον ὄναρ Διόνυσος ἐσέδρακεν· ἐκ λεχέων δὲ
ὀρθὸς ἐὼν ἔνδυνε φόνῳ πεπαλαγμένον Ἰνδῶν
χάλκεον ἀστερόεντα κατὰ στέρνοιο χιτῶνα,
καὶ σκολιῷ μίτρωσε κόμην ὀφιώδεϊ δεσμῷ,
καὶ πόδας ἐσφήκωσεν ἐρευθιόωντι κοθόρνῳ,
χειρὶ δὲ θύρσον ἄειρε, φιλάνθεμον ἔγχος Ἐνυοῦς·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
