# Διονυσιακά 18.344-368

Nonnus of Panopolis, Διονυσιακά, Book 18, lines 18.344-18.368. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/18.344

καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις;
τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην;
τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα;
καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης,
τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην;
τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην;
οὐ πλόκαμοι προχυθέντες ἐπʼ ἀργυφέων σέθεν ὤμων
ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν,
οὐκέτι βακχευθέντος ἀφʼ ὑμετέροιο καρήνου
μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί.
πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;
πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης;
οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου.
πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω;
εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν εἰς μίαν ὥρην;
γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·
φωνῆς ὑμετέρης οὐ δεύομαι· αὐτόματοι γὰρ
σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί·
γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·
δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ
πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες.
ἐλπίδα δʼ ἡμετέρην φθόνος ἥρπασεν· ὠισάμην γὰρ
Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι
χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ,
βότρυος ἀγχιμάχοιο τελειομένων ὑμεναίων.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
