# Διονυσιακά 19.281-327

Nonnus of Panopolis, Διονυσιακά, Book 19, lines 19.281-19.327. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/19.281

καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ
ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης·
καὶ ποδὶ λαχνήεντι πέδον Σειληνὸς ἀμύσσων
ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.
καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ·
καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ
χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου
εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,
καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου,
καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ·
Σειληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη
εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων
ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις
αὐτοφυής. γλυκερὴν δὲ Μάρων ἀνεδήσατο νίκην,
ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου·
Σειληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,
ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,
καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,
χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ
Σειληνοῦ κελάδοντος ἀκούεται Εὔιον ὕδωρ.
καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ·
οὔ σε Μάρων, Σειληνέ, Βιάζεται· εἰς σὲ δὲ ῥίψω
οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.
δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου
ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.
εἰλιπόδη Σειληνέ, καὶ ἐν προχοῇσι χορεύεις,
σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,
εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις
ἵλαθι καὶ Σατύροισι καὶ οἰνοδότῃσιν ὀπώραις,
Σειληνοὺς δὲ φύλασσε, τεῆς βλάστημα γενέθλης·
ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης
ζῆλον ὑποκλέπτοντα καὶ ὲν ποταμοῖσι νοήσω.
ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·
ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ.
νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;
Σειληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων,
αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ·
ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,
ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου
ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης,
οἶα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος·
καἰ μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,
καὶ ποταμὸν ποίησεν ὁμώνυμον· εἰσέτι κείνου
Σειληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,
καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἶά περ αἰεὶ
ἀντιτύποις δονάκεσσι μελιζομένου Φρυγὸς αὐλοῦ.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
