# Διονυσιακά 19.328-348

Nonnus of Panopolis, Διονυσιακά, Book 19, lines 19.328-19.348. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/19.328

καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας
Σειληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην
μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,
Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ
Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.
μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,
ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,
καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων
ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.
εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου.
μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις·
τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων
Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης;
ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ
Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.
εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ
Σειληνὸν κομόωντα βοοκραίροισι μετώποις
ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.
εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ
Σειληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες.
ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
