# Διονυσιακά 2.553-599

Nonnus of Panopolis, Διονυσιακά, Book 2, lines 2.553-2.599. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/2.553

Ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.
χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων
καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων
γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ·
ἤριπε δʼ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ,
ὠτειλήν ἀσίδηρον ἔχων πολέμοιο, Τυφωεὺς
ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ
κεῖτο, περιστορέσας ὀφιώδεα γυῖα κονίῃ,
πυρσὸν ἀναβλύζων. Κρονίδης δʼ ἐρέθιζε γελάσσας,
τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·
Καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ·
χθὼν μόγις υἷα λόχευσε, μέγαν γόνον Ἰαπετοῖο·
ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ,
ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.
δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,
ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου·
σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ
Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δʼ ἐθελήσῃς,
αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων
καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένῳ δὲ
σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων
δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,
ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα
οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.
τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι
Ζῆνα καὶ ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων;
Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,
βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ
ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ
δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ,
ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης
ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων·
σύζυγα δʼ ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης
ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ,
διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.
Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων·
πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης
σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέθεν αἴγλην·
ἐργατίνην δʼ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ,
ὄφρά κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ
ποικίλον αὐχένος ὁρμὸν ἐύχροον ἤνοπι κόσμῳ,
ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,
οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ
χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ
κρείσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
