# Διονυσιακά 20.198-242

Nonnus of Panopolis, Διονυσιακά, Book 20, lines 20.198-20.242. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/nonnus-of-panopolis/text/20.198

οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί,
οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες·
οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς·
οὐ θρασὺν ἵππον ἔχουσιν Ἀρήιον· οὐδʼ ὑπὲρ ὤμων
βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην.
αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες
δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ.
ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου;
θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης
οὐρανίης βλάστησε· Διὸς δέ μιν Ἑλλάδι φήμῃ
ἔμμεναι ἔπλασε μῦθος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι
ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ
υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς·
μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ
Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη·
Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι·
Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον· εἶδες Ἀθήνην
παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου.
τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις
πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει·
ἔμπης δʼ. ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω
μοῦνον ἐνὶ πτολέμοισι· θεὰ δέ σοι, εἰ χρέος εἴη,
γνωτὴ Ζηνὸς ἄκοιτις ὁμόστολος εἰς μόθον Ἥρη
ἕσπεται υἱωνοῖο προασπίζουσα Λυκούργου
στήσω δʼ ὑμετέρου θεοδέγμονος ἔνδοθι νηοῦ
θύρσους Βασσαρίδων, νόθα δούρατα· Βουκεράων δὲ
Κενταύρων ἀτίνακτα κεράατα μακρὰ δαΐξας
τοξοφόρων Ἀράβων κεραελκέα τόξα τελέσσω,
ὡς θέμις· ἐκταδίην δὲ ταμὼν δολιχόσκιον οὐρὴν
Σειληνῶν λασίην τελέσω πλήξιππον ἱμάσθλην.
ταῦτα μὲν εἰς σὲ φέρω μετὰ φύλοπιν· ἀπτολέμου δὲ
Βάκχου ξανθὰ πέδιλα γυναικείους τε χιτῶνας
πορφυρέους καὶ θῆλυν ἐπʼ ἰξύι κυκλάδα μίτρην
γνωτῇ σεῖο δάμαρτι φυλάξομεν ἀφρογενείῃ,
ἅρμενα θήλεα δῶρα· γυναιμανέος δὲ Λυαίου
ἀμφιπόλων στίχα πᾶσαν ἐμοῖς δμώεσσι συνάψω
εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
οἷα δορικτήτοισι πέλει θέμις· οὐτιδανοὺς δὲ
ἡμερίδων ὄρπηκας, ἐνηέα δῶρα Λυαίου,
θερμοτέρῳ σπινθῆρι δεδέξεται Ἀρραβίη φλόξ.
καὶ βριαρὴ θεράπαινα χοροπλεκέος Διονύσου
Βασσαρὶς ἀλλοίην ἐχέτω καὶ ἀήθεα τέχνην
δώματα ναιετάουσα μετʼ οὔρεα, δαιδαλέην δὲ
νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι,
καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ·

---

Nonnus of Panopolis, Διονυσιακά, ed. W.H.D. Rouse. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2045.tlg001.local001/.
